Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/169

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

λόγου μετειληχὸς ζῷον καὶ φρονήσεως ἀξιωθὲν καὶ αἰδεῖσθαι λαχὸν καὶ ἐρύθημα πιστευθὲν φίλου γίνεται βαρὺς πολέμιος, καὶ ὅσα ἀπόρρητα ἐπιστεύθη, ταῦτα δι᾽ αἰτίαν βραχυτάτην καὶ τὴν παρατυχοῦσαν ἐς ἐπιβουλὴν ἐξέπτυσε τὴν τοῦ πεπιστευκότος.

45 Θαυμάσαι λόγον ἄξιόν φησιν Εὔδημος, καὶ τῷ γε ἀνδρὶ τῷδε ὁ λόγος οὗτός ἐστι. νεανίας θηρατικός, συμβιοῦν τοῖς τῶν ζῴων ἀγριωτάτοις. οἷός τε, ἐκ νέων μέντοι καὶ βρεφῶν πεπωλευμένοις, εἶχε συντρόφους τε καὶ συσσίτους ἑαυτοῖς γεγενημένους κύνα καὶ ἄρκτον καὶ λέοντα. καὶ ταῦτα μὲν χρόνου πρὸς ἄλληλα εἰρήνην ἄγειν καὶ φίλα νοεῖν σφίσι λέγει ὁ Εὔδημος· μιᾶς δὲ τυχεῖν ἡμέρας τὸν κύνα προσπαίζοντα τὴν ἄρκτον καὶ ὑπαικάλλοντα καὶ ἐρεσχελοῦντα, τὴν δὲ οὐκ εἰωθότως ἐκθηριωθῆναι καὶ ἐμπεσεῖν τῷ κυνί, καὶ λαφύξαι τοῖς ὄνυξι τοῦ δειλαίου τὴν γαστέρα καὶ διασπάσασθαι αὐτόν· ἀγανακτῆσαι δὲ τῷ συμβάντι ὁ αὐτός φησι τὸν λέοντα καὶ οἱονεὶ μισῆσαι τὸ ἄσπονδον τῆς ἄρκτου καὶ ἄφιλον, καὶ τὸν κύνα οἷα ἑταῖρον ποθῆσαι καὶ ἐς δικαίαν προελθεῖν ὀργήν, καὶ ἐπιθεῖναι τῇ ἄρκτῳ τὴν δίκην, καὶ τὰ αὐτὰ δρᾶσαι αὐτήν, ἅπερ οὖν εἰργάσατο τὸν κύνα ἐκείνη. Ὅμηρος μὲν οὖν φησιν


ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι·

ἔοικε δὲ ἡ φύσις δεικνύναι ὅτι καὶ φίλον ἑαυτῷ τιμωρὸν καταλιπεῖν, ὦ φίλε Ὅμηρε, κέρδος ἐστίν. οἷόν τι καὶ περὶ Ζήνωνος καὶ Κλεάνθους νοοῦμεν, εἴ τι ἀκούομεν.

46 Ἐν Ἰνδοῖς γίνεται θηρία τὸ μέγεθος ὅσον γένοιντο ἂν οἱ κάνθαροι, καὶ ἔστιν ἐρυθρά· κινναβάρει δὲ εἰκάσειας ἄν, εἰ πρῶτον θεάσαιο αὐτά. πόδας