Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/168

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

θος ἄτλητον ἐκπεσεῖν καὶ θρηνεῖν, οὐδέν τι τῆς λύπης ἄκος προσιεμένας, οἴκτῳ δὲ ἄρα τῶν θεῶν ἐς ταῦτα τὰ ζῷα ἀμεῖψαι τὸ εἶδος. ταῖς δὲ ἴνδαλμά τε καὶ σπέρμα τοῦ τότε πένθους· ἐντακῆναι, καὶ ἐς νῦν ἔτι Μελέαγρόν τε ἀναμέλπειν, καὶ ὡς αὐτῷ προσήκουσιν ᾄδειν καὶ τοῦτο μέντοι. ὅσοι δὲ ἄρα αἰδοῦνται τὸ θεῖον, οὐκ ἄν ποτε τῶνδε τῶν ὀρνίθων ἐπὶ τροφῇ προσάψαιντο. καὶ ἥτις ἡ αἰτία ἴσασί τε οἱ τὴν νῆσον οἰκοῦντες τὴν Λέρον καὶ ἔνεστι μαθεῖν ἀλλαχόθεν.

43 Πέπυσμαι δὲ ὑπὲρ τῶν μυρμήκων καὶ ταῦτα. οὕτως ἄρα αὐτοῖς τὸ ἐθελουργὸν καὶ τὸ ἐθελόπονον πάρεστιν ἀπροφασίστως καὶ ἄνευ τινὸς ὑποτιμήσεως ἐθελοκακούσης καὶ σκήψεως, ἐς ἣν ὑποικουρεῖ τὸ ῥᾴθυμον, ὡς κἀν ταῖς πανσελήνοις μηδὲ νύκτωρ βλακεύειν μηδὲ ἐλινύειν, ἀλλ᾽ ἔχεσθαι τῆς σπουδῆς. ὦ ἄνθρωποι,μυρίας προφάσεις τε καὶ σκήψεις ἐς τὸ ῥᾳστωνεύειν ἐπινοοῦντες. καὶ τί δεῖ καταλέγειν τε καὶ ἐπαντλεῖν τὸν τοσοῦτον ὄχλον; κεκήρυκται γὰρ Διονύσια καὶ Λήναια καὶ Χύτροι καὶ Γεφυρισμοί, καὶ μετελθόντων ἐς τὴν Σπάρτην ἄλλα καὶ ἐς Θήβας ἄλλα καὶ κατὰ πόλιν μυρία ἑκάστην τὰ μὲν βάρβαρον τὰ δὲ Ἑλλάδα.

44 Μαρτύριον δὲ τῆς τῶν ζῴων φύσεως, ὅτι οὐ πάνυ τι δυσμεταχείριστά ἐστιν, ἀλλὰ εὖ παθόντα ἀπομνησθῆναι τῆς εὐεργεσίας ἐστὶν ἀγαθά, ἐν τῇ Αἰγύπτῳ οἵ τε αἴλουροι καὶ οἱ ἰχνεύμονες καὶ οἱ κροκόδειλοι καὶ τὸ τῶν ἱεράκων ἔτι φῦλον. ἁλίσκεται δὲ κολακείᾳ τῇ κατὰ γαστέρα, καὶ ἐντεῦθεν ἡμερωθέντα λοιπὸν πραότατα μένει· καὶ οὐκ ἄν ποτε ἐπίθοιτο τοῖς εὐεργέταις τοῖς ἑαυτῶν, τοῦ θυμοῦ τοῦ συμφυοῦς τε καὶ συγγενοῦς ἅπαξ παραλυθέντα. ἄνθρωπος δὲ καὶ