Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/167

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

λυθὲν ἐν τῷ πώματι, ὃ δὲ ἐς ἑσπέραν ἀπέθανεν. ἔοικε δὲ ὁ θάνατος ὕπνῳ καὶ μάλα γε ἡδεῖ καὶ ἀνωδύνῳ καὶ οἷον οἱ ποιηταὶ λυσιμελῆ φιλοῦσιν ὀνομάζειν ἢ ἀβληχρόν· εἴη γὰρ ἂν καὶ οὗτος ἐλεύθερος ὀδύνης καὶ τοῖς δεομένοις διὰ ταῦτα ἥδιστος. σπουδὴν δὲ ἄρα τὴν ἀνωτάτω τίθενται Ἰνδοὶ ἐς τὴν κτῆσιν αὐτοῦ· κακῶν γὰρ αὐτὸ ἐπίληθον ἡγοῦνται τῷ ὄντι· καὶ οὖν καὶ ἐν τοῖς δώροις τοῖς μέγα τιμίοις τῷ Περσῶν βασιλεῖ ὁ Ἰνδῶν πέμπει καὶ τοῦτο. ὃ δὲ καὶ τῶν ἄλλων ἁπάντων προτιμᾷ λαβὼν καὶ ἀποθησαυρίζει κακῶν ἀνιάτων ἀντίπαλόν τε καὶ ἀμυντήριον, εἰ ἀνάγκη καταλάβοι. οὔκουν οὐδὲ ἔχει τις ἐν Πέρσαις αὐτὸ ἄλλος, ὅτι μὴ βασιλεύς τε αὐτὸς καὶ μήτηρ ἡ βασιλέως. καὶ διὰ ταῦτα ἀντικρίνοντες βασανίσωμεν τῶν φαρμάκων τοῦ τε Ἰνδικοῦ καὶ τοῦ Αἰγυπτίου ὁπότερον ἦν προτιμότερον· ἐπεὶ τὸ μὲν ἐφ᾽ ἡμέραν ἀνεῖργέ τε καὶ ἀνέστελλε τὰ δάκρυα τὸ Αἰγύπτιον, τὸ δὲ λήθην κακῶν παρεῖχεν αἰώνιον τὸ Ἰνδικόν· καὶ τὸ μὲν γυναικὸς δῶρον ἦν, τὸ δὲ ὄρνιθος ἢ ἀπορρήτου φύσεως δεσμῶν τῶν ὄντως βαρυτάτων ἀπολυούσης δι᾽ ὑπηρέτου τοῦ προειρημένου. καὶ Ἰνδοὺς κτήσασθαι αὐτὸ εὐτυχήσαντας, ὡς τῆς ἐνταυθοῖ φρουρᾶς ἀπολυθῆναι ὅταν ἐθέλωσιν.

42 Ὁ ὄρνις ὁ ἀτταγᾶς ῾μέμνηται δὲ καὶ Ἀριστοφάνης αὐτοῦ ἐν Ὄρνισι τῷ δράματἰ, οὗτός τοι τὸ ἴδιον ὄνομα ᾗ σθένει φωνῇ φθέγγεται καὶ ἀναμέλπει αὐτό. λέγουσι δὲ καὶ τὰς καλουμένας μελεαγρίδας τὸ αὐτὸ δήπου δρᾶν τοῦτο, καὶ ὅτι Μελεάγρῳ τῷ Οἰνέως προσήκουσι κατὰ γένος μαρτυρεῖσθαι καὶ μάλα εὐστόμως. λέγει δὲ ὁ μῦθος, ὅσαι ἦσαν οἰκεῖαι τῷ Οἰνείδῃ νεανίᾳ, ταύτας ἐς δάκρυά τε ἄσχετα καὶ πέν-