Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/163

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

δὲ ἄρα μηνῶν δύο. τίκτει δὲ πεντάκις, καὶ τῇ μὲν ὠδῖνι τῇ πρώτῃ πέντε, τῇ δὲ δευτέρᾳ τέτταρα, τρία τε τῇ ἐπὶ ταύτῃ, καὶ δύο τῇ ἐπ᾽ ἐκείνῃ, καὶ ἓν ἐπὶ πάσαις. οἱ δὲ σκύμνοι ἀρτιγενεῖς μικροί τέ εἰσι καὶ τυφλοὶ κατὰ τὰ σκυλάκια· βαδίσεως δὲ ὑπάρχονται, ὅταν δύο μῆνας ἀπὸ γενεᾶς διαβιῶσιν. ὁ λόγος δέ, ὅστις λέγει διαξαίνειν αὐτοὺς τὰς μήτρας, μῦθός ἐστι. λιμώττων μὲν οὖν λέων ἐντυχεῖν χαλεπός ἐστι, κορεσθεὶς δὲ πραότατος· φασὶ δὲ καὶ φιλοπαίστην εἶναι τηνικάδε αὐτόν. φύγοι δὲ οὐκ ἄν ποτε τὰ νῶτα τρέψας λέων, ἡσυχῆ δὲ ἐπὶ πόδα ἀναχωρεῖ βλέπων ἀντίος. τοῦ γήρως δὲ ὑπαρχομένου ἐπὶ τὰ αὔλια ἔρχεται καὶ ἐπὶ τὰς καλύβας καὶ ἐπὶ τὰς οἰκήσεις τὰς τῶν νομέων τὰς ὑπάντρους, καὶ εἰκότως· ταῖς γὰρ ὀρείοις ἔτι θήραις ἐπιθαρρεῖν ἀδύνατός ἐστι. πῦρ δὲ ὀρρωδεῖ. ὅστις μὲν οὖν ἐστιν αὐτῶν γυρότερος καὶ συνεστραμμένος καὶ τὴν χαίτην λασιώτερος, ἀθυμότερός τε καὶ ἀτολμότερος δοκεῖ μᾶλλον· ὁ δὲ μήκους εὖ ἥκων καὶ εὐθυτενὴς τὴν τρίχα ἀνδρειότερος πεπίστευται καὶ θυμοειδέστερος. ἀδηφάγος δὲ ὢν καὶ ὅλα φασὶ μέλη βρύκων ἂν καταπίοι. τούτων οὖν πεπληρωμένος καὶ τριῶν ἡμερῶν οὐκ ἐσθίει πολλάκις, ἔστ᾽ ἂν ὑπαναλωθῇ τὰ πρῶτά οἱ καὶ πεφθῇ. πίνει δὲ ὀλίγα.

35 Ὁ βοῦς ὁ πρᾶος τοῦ πλήττοντος καὶ κολάζοντος οὐκ ἄν ποτε λήθην λάβοι, ἀλλ᾽ ἀπομνησθεὶς τιμωρεῖται καὶ διαστήματος ἐγγενομένου. ὢν μὲν γὰρ ὑπὸ ζεύγλην καὶ τρόπον τινὰ καθειργμένος, ἔοικε δεσμώτῃ καὶ ἡσυχάζει· ὅταν δὲ ἀφεθῇ, πολλάκις μὲν τῷ σκέλει παίσας συνέτριψε μέλος τι τοῦ βουκόλου, πολλάκις δὲ καὶ θυμωθεὶς ἐς κέρας εἶτα ἐμπεσὼν ἀπέκτεινεν αὐτόν. ἐντεῦθεν πρὸς τοὺς ἄλλους πρᾶός