Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/162

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ρόν ἀλλ᾽ ὅταν ὑποθολώσῃ τε καὶ ὑποταράξῃ. καθεύδει γε μὴν ὀρθοστάδην· κατακλινῆναι γὰρ καὶ ἐξαναστῆναι ἐργῶδες αὐτῷ. ἀκμὴ δὲ ἐλέφαντι ἑξήκοντα ἔτη. κρυμῷ δὲ ὁμιλεῖν ἥκιστός ἐστι. διατείνει δὲ τὸν βίον καὶ ἐς διπλῆν ἑκατοντάδα.

32 Προβατεῖαι δὲ Ἰνδῶν ὁποῖαι μαθεῖν ἄξιον. τὰς αἶγας καὶ τὰς οἶς ὄνων τῶν μεγίστων μείζονας ἀκούω καὶ ἀποκύειν τέτταρα ἑκάστην· μείω γε μὴν τῶν τριῶν οὔτ᾽ αἲξ Ἰνδικὴ οὔτ᾽ ἂν οἶς ποτε τέκοι. καὶ τοῖς μὲν προβάτοις αἱ οὐραὶ πρὸς τὸν πόδα τέτανται, αἱ δὲ αἶγες μηκίστας ἔχουσιν, ὥστ᾽ ἐπιψαύειν γῆς ὀλίγου. τῶν μὲν οὖν οἰῶν τῶν τίκτειν ἀγαθῶν ἀποκόπτουσι τὰς οὐρὰς οἱ νομεῖς, ἵνα ἀναβαίνωνται, ἐκ δὲ τῆς πιμελῆς τῆς τούτων καὶ ἔλαιον ἀποθλίβουσι· τῶν δὲ ἀρρένων διατέμνουσι τὰς οὐράς, καὶ ἐξαιροῦσι τὸ στέαρ καὶ ἐπιρράπτουσι, καὶ ἑνοῦται πάλιν ἡ τομή, καὶ ἀφανίζεται τὰ ἴχνη αὐτῆς.

33 Ἀλέξανδρος ὁ Μύνδιος τὸν χαμαιλέοντα λυπεῖν τοὺς ὄφεις καὶ ἀσιτίᾳ περιβάλλειν τὸν τρόπον τοῦτόν φησι. κάρφος πλατὺ καὶ στερεὸν ἐνδακὼν ἑαυτὸν ἐπιστρέφει, καὶ ἀντιπρόσωπος ὁμόσε χωρεῖ τῷ πολεμίῳ. ὃ δὲ αὐτοῦ λαβέσθαι ἀδυνατεῖ, τοῦ κάρφους τὸ πλάτος οὐκ ἔχων περιχανεῖν. οὐκοῦν ἄδειπνος τό γε ἐπ᾽ ἐκείνῳ μένει ὁ ὄφις· δάκνων γάρ τοι τὰ λοιπὰ τῶν μελῶν αὐτοῦ οὐδὲν ἀνύτει· στερεὰν γὰρ τὴν φορίνην ἔχει, καὶ ἐπαΐει τῶν ἐκείνου ὀδόντων ὁ χαμαιλέων οὐδὲ ἕν.

34 Ὁ αὐχὴν ὁ τοῦ λέοντος ἐξ ὀστέου συνέστηκεν, οὐ μὴν ἐκ σφονδύλων πολλῶν. εἰ δέ τις τὰ ὀστᾶ τοῦ λέοντος διακόπτοι, πῦρ αὐτῶν ἐξάλλεται. μυελοὺς δὲ οὐκ ἔχει· οὐδὲ γάρ ἐστι κοῖλα αὐλῶν δίκην. μίξεως δὲ αὐτὸν οὐδεμία ἔτους ἀναστέλλει ὥρα. κύει