Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/157

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

νατῶσι τὰ κέντρα ἀναφύειν. φωνὴν δὲ σάλπιγγος ὡς ὅτι ἐγγυτάτω προΐεται. λέγει δὲ καὶ ἑορακέναι τόδε τὸ ζῷον ἐν Πέρσαις Κτησίας ἐξ Ἰνδῶν κομισθὲν δῶρον τῷ Περσῶν βασιλεῖ, εἰ δή τῳ ἱκανὸς τεκμηριῶσαι ὑπὲρ τῶν τοιούτων Κτησίας. ἀκούσας γε μὴν τὰ ἴδιά τις τοῦδε τοῦ ζῴου εἶτα μέντοι τῷ συγγραφεῖ τῷ Κνιδίῳ προσεχέτω.

22 Σκολόπενδρα θαλαττία διαρρήγνυται, ὥς φασιν, ἀνθρώπου προσπτύσαντος αὐτῇ.

23 Καρπὸν δὲ ἰτέας εἴ τις θλιβέντα δοίη πιεῖν τοῖς ἀλόγοις, λυπεῖται ἐκεῖνα οὐδὲ ἕν, μᾶλλον δὲ καὶ τρέφεται· πιὼν δὲ ἄνθρωπος τὴν σπορὰν τὴν παιδοποιόν τε καὶ ἔγκαρπον ἀπώλεσε. καί μοι δοκεῖ Ὅμηρος καὶ τὰ τῆς φύσεως ἀπόρρητα ἀνιχνεύσας εἶτα μέντοι καὶ ἰτέαι ὠλεσίκαρποι ἐν τοῖς ἑαυτοῦ μέτροις εἰπεῖν τοῦτο αἰνιττόμενος. κωνείου δὲ ἄνθρωπος πιὼν κατὰ τὴν τοῦ αἵματος πῆξίν τε καὶ ψῦξιν ἀποθνήσκει, ὗς δὲ κωνείου ἐμπίπλαται καὶ ὑγιαίνει.

24 Οἱ Ἰνδοὶ τέλειον μὲν ἐλέφαντα συλλαβεῖν ῥᾳδίως ἀδυνατοῦσιν, ἐς δὲ τὰ ἕλη φοιτῶντες τὰ γειτνιῶντα τῷ ποταμῷ εἶτα μέντοι λαμβάνουσιν αὐτῶν τὰ βρέφη. ἀσπάζεται γὰρ ὁ ἐλέφας τὰ ἔνδροσα χωρία καὶ μαλακά, καὶ φιλεῖ τὸ ὕδωρ, καὶ ἐν τοῖσδε τοῖς ἤθεσι διαιτᾶσθαι ἐθέλει, καὶ ὡς ἂν εἴποις ἕλειός ἐστι. λαβόντες οὖν ἁπαλὰ καὶ εὐπειθῆ τρέφουσι κολακείᾳ τε τῇ κατὰ γαστέρα καὶ θεραπείᾳ τῇ περὶ τὸ σῶμα καὶ φωνῇ θωπευτικῇ ῾συνιᾶσι γὰρ ἐλέφαντες καὶ γλώττης ἀνθρωπίνης τῆς ἐπιχωρίοὐ, καὶ συνελόντι εἰπεῖν ὡς παῖδας αὐτοὺς ἐκτρέφουσι, καὶ κομιδὴν προσάγουσιν αὐτοῖς καὶ παιδεύματα ποικίλα. οἳ δὲ πείθονται.