Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/155

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

νεται, καὶ γλυφαῖς ἐπιτήδειός ἐστι, καὶ τοῖς γυναικείοις κόσμοις συμμάχεται, φασίν.

18 Λεοντοφόνου φαγὼν ὁ λέων ἀποτέθνηκε. τὰ δὲ ἔντομα φθείρεται, εἰ ἐλαίῳ τις ἐγχρίσειεν αὐτά. γυπῶν γε μὴν τὸ μύρον ὄλεθρός ἐστι. κάνθαρον δὲ ἀπολεῖς, εἰ ἐπιβάλοις τῶν ῥόδων αὐτῷ.

19 Κύνες Ἰνδικοί, θηρία καὶ οἵδε εἰσὶ καὶ ἀλκὴν ἄλκιμα καὶ ψυχὴν θυμοειδέστατα καὶ τῶν πανταχόθεν κυνῶν μέγιστοι. καὶ τῶν μὲν ἄλλων ζῴων ὑπερφρονοῦσι, λέοντι δὲ ὁμόσε χωρεῖ κύων Ἰνδικός, καὶ ἐγκείμενον ὑπομένει, καὶ βρυχωμένῳ ἀνθυλακτεῖ, καὶ ἀντιδάκνει δάκνοντα· καὶ πολλὰ αὐτὸν λυπήσας καὶ κατατρώσας, τελευτῶν ἡττᾶται ὁ κύων. εἴη δ᾽ ἂν καὶ λέων ἡττηθεὶς ὑπὸ κυνὸς Ἰνδοῦ, καὶ μέντοι καὶ δακὼν ὁ κύων ἔχεται καὶ μάλα ἐγκρατῶς. κἂν προσελθὼν μαχαίρᾳ τὸ σκέλος ἀποκόπτῃς τοῦ κυνός, ὃ δὲ οὐκ ἄγει σχολὴν ἀλγήσας ἀνεῖναι τὸ δῆγμα, ἀλλὰ ἀπεκόπη μὲν πρότερον τὸ σκέλος, νεκρὸς δὲ ἀνῆκε τὸ στόμα, καὶ κεῖται βιασθεὶς ἀποστῆναι τῷ θανάτῳ. ἃ δὲ προσήκουσα, ἐρῶ ἀλλαχόθι.

20 Ἀνθρώπου μόνου καὶ κυνὸς κορεσθέντων ἀναπλεῖ ἡ τροφή. καὶ τοῦ μὲν ἀνθρώπου ἡ καρδία τῷ μαζῷ τῷ λαιῷ προσήρτηται, τοῖς γε μὴν ἄλλοις ζῴοις ἐν μέσῳ τῷ στήθει προσπέπλασται. γαμψώνυχον δὲ ἄρα οὐδὲ ἓν οὔτε πίνει οὔτε οὐρεῖ οὔτε μὴν συναγελάζεται ἑτέροις.

21 Θηρίον Ἰνδικὸν βίαιον τὴν ἀλκήν, μέγεθος κατὰ τὸν λέοντα τὸν μέγιστον, τὴν δὲ χρόαν ἐρυθρόν, ὡς κινναβάρινον εἶναι δοκεῖν, δασὺ δὲ ὡς κύνες, φωνῇ τῇ Ἰνδῶν μαρτιχόρας ὠνόμασται. τὸ πρόσωπον δὲ κέκτηται τοιοῦτον, ὡς δοκεῖν οὐ θηρίου τοῦτό γε, ἀλλὰ ἀνθρώπου ἔχειν. ὀδόντες δὲ τρίστοιχοι ἐμπε-