Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/153

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

σάμενοι ἐκβάλλουσιν αὐτό, καὶ τροφὴν μαστεύουσι, καὶ πηδῶσιν ὤκιστα.

13 Τῶν περδίκων οἱ τοροί τε καὶ ᾠδικοὶ τῇ σφετέρᾳ θαρροῦσιν εὐγλωττίᾳ· καὶ οἱ μαχητικοὶ δὲ καὶ ἀγωνιστικοὶ καὶ ἐκεῖνοι πεπιστεύκασιν ὅτι μή εἰσιν ἄξιοι παρανάλωμα γενέσθαι τεθηραμένοι· καὶ διὰ ταῦτα ἁλισκόμενοι ἧττον πρὸς τοὺς θηρῶντας διαμάχονται ὑπὲρ τοῦ μὴ ἁλῶναι. οἱ δὲ ἄλλοι, καὶ ἔτι μᾶλλον οἱ Κιρραῖοι, συνεγνωκότες ἑαυτοῖς οὔτε ἀλκὴν ἀγαθοῖς οὔτε ᾄδειν, καλῶς δὲ διεγνωκότες ὅτι ἄρα ἁλόντες ἔσονται δεῖπνον τοῖς ᾑρηκόσι, παλαμῶνταί τινι σοφίᾳ φυσικῇ ἑαυτοὺς ἀβρώτους παρασκευάσαι· καὶ τῆς μὲν ἄλλης τροφῆς, ἥτις αὐτοὺς εὐφραίνει τε καὶ πιαίνει, ἀπέχονται, σκόροδα δὲ σιτοῦνται προθυμότατα. οἱ τοίνυν ταῦτα προμαθόντες ἐσπείσαντο πρὸς αὐτοὺς ἑκόντες ἀθηρίαν· ὅστις δὲ τῇ τούτων ἄγρᾳ οὐ προενέτυχε, συλλαβὼν καὶ καθεψήσας ἀπώλεσε καὶ τὸν χρόνον καὶ τὴν ἐπ᾽ αὐτοῖς σπουδήν, πονηροῦ κρέως πειραθείς.

14 Κακὸν θηρίον ἡ γαλῆ, κακὸν δὲ καὶ ὁ ὄφις. οὐκοῦν ὅταν μέλλῃ γαλῆ ὄφει μάχεσθαι, πήγανον διατραγοῦσα πρότερον εἶτα μέντοι ἐπὶ τὴν μάχην ὥσπερ οὖν πεφραγμένη τε καὶ ὡπλισμένη παραγίνεται. τὸ δὲ αἴτιον, τὸ πήγανον πρὸς ὄφιν ἔχθιστόν ἐστιν.

15 Ὁ λύκος ἐμπλησθεὶς ἐς κόρον οὐδ᾽ ἂν τοῦ βραχίστου τὸ λοιπὸν ἀπογεύσαιτο· παρατείνεται μὲν γὰρ ἡ γαστὴρ τῷδε, οἰδάνει δὲ ἡ γλῶττα, καὶ τὸ στόμα ἐμφράγνυται, πραότατος δὲ ἐντυχεῖν ἐστιν ἀμνοῦ δίκην, καὶ οὐκ ἂν ἐπιβουλεύσειεν ἢ ἀνθρώπῳ ἢ θρέμματι, οὐδὲ εἰ τῆς ἀγέλης βαδίζοι μέσος. μειοῦται δὲ ἡσυχῆ καὶ κατ᾽ ὀλίγον ἡ γλῶττα αὐτῷ, εἶτα