Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/150

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

φανείη ἄν, καὶ τοῦτό γε κατὰ τὴν Ὁμήρου θεὸν τὴν αὐτήν, ἣν ἐκεῖνος ἀναμέλπει χρυσῆν. ἕπεται δὲ αὐτῇ τῶν περιστερῶν τὰ νέφη τῶν λοιπῶν, καὶ ἑορτὴ πάλιν Ἐρυκίνοις καὶ πανήγυρις τὰ Καταγώγια, ἐκ τοῦ ἔργου καὶ τοῦτο τὸ ὄνομα.

3 Λύκω συννόμω καὶ ἵππω, λέοντέ γε μὴν οὐκέτι· λέαινα γὰρ καὶ λέων οὐ τὴν αὐτὴν ἴασιν οὔτε ἐπὶ θήραν οὔτε πιόμενοι. τὸ δὲ αἴτιον, τῇ τοῦ σώματος ῥώμῃ θαρροῦντε ἄμφω εἶτα οὐ δεῖται θατέρου ὁ ἕτερος, ὥς φασιν οἱ πρεσβύτεροι.

4 Οὐ ῥᾳδίως οἱ λύκοι τὴν ὠδῖνα ἀπολύουσιν, ἀλλὰ ἐν ἡμέραις δώδεκα καὶ νυξὶ τοσαύταις, ἐπεὶ τοσούτῳ χρόνῳ τὴν Λητὼ ἐς Δῆλον ἐξ Ὑπερβορέων ἐλθεῖν Δήλιοί φασιν.

5 Ζῷα πολέμια χελώνη τε καὶ πέρδιξ, καὶ πελαργὸς καὶ κρὲξ πρὸς αἴθυιαν καὶ ἅρπη καὶ ἐρωδιὸς πρὸς λάρον· κορυδαλλὸς δὲ ἀκανθυλλίδι νοεῖ πολέμια, τρυγόνι δὲ πρὸς πυραλλίδα διαφορά, ἰκτῖνός γε μὴν καὶ κόραξ ἐχθροί· σειρὴν δὲ πρὸς κίρκην, κίρκη δὲ πρὸς κίρκον οὐ τῷ γένει μόνον, ἀλλὰ καὶ τῇ φύσει διαφέροντε πεφώρασθον.

Χάννη δὲ ἰχθὺς λαγνίστατος. λευκοὺς δὲ μύρμηκας ἐν Φενεῷ τῆς Λακωνικῆς ἀκούειν πάρεστιν.

6 Τοὺς ἵππους ἕλεσί τε καὶ λειμῶσι καὶ τοῖς κατηνέμοις χωρίοις ἥδεσθαι μᾶλλον ἱπποτροφίας τε καὶ πωλοτροφικῆς ἄνθρωποι σοφισταὶ ὁμολογοῦσιν. ἔνθεν τοι καὶ Ὅμηρος ἐμοὶ δοκεῖν δεινὸς ὢν καὶ τὰ τοιαῦτα συνιδεῖν ἔφη που

τῷ τρισχίλιαι ἵπποι ἕλος καταβουκολέοντο.

ἐξηνεμῶσθαι δὲ ἵππους πολλάκις ἱπποφορβοὶ τεκμη-