Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/149

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

φασιν οἱ Κρῆτες, ἀθρόας δὲ ἐς αὐτὸν ὠθουμένης τῆς τῶν ἐχθρῶν φάλαγγος προσπταῖσαι νεκρῷ κειμένῳ, καὶ περιτραπῆναι λέγουσιν αὐτόν. τῶν οὖν τις πολεμίων, ὁ μάλιστα πλησίον, ἀνατεινάμενος παίειν ἔμελλε κατὰ τῶν μεταφρένων τὸν ἄνδρα· ὃ δὲ ἐπιστραφεὶς ῾μηδαμῶσ᾽ εἶπεν ῾αἰσχρὰν καὶ ἀναλκῆ πληγὴν ἐπαγάγῃς, ἀλλὰ κατὰ τῶν στέρνων ἀντίαν παῖσον, ἵνα μή μου δειλίαν ὁ ἐρώμενος καταψηφίσηται, καὶ φυλάξηται περιστεῖλαί με νεκρόν, καὶ μάλα γε ἀσχημονοῦντι προσελθεῖν οὐ τολμῶν.᾿ αἰδεσθῆναι μὲν οὖν ἄνθρωπον ὄντα φανῆναι κακὸν οὔπω θαυμαστόν· πέρδικι δὲ μετεῖναι αἰδοῦς ὑπέρσεμνον τοῦτο ἐκ τῆς φύσεως τὸ δῶρον. Ἀριστόδημος δὲ ὁ τρέσας καὶ Κλεώνυμος ὁ ῥίψας τὴν ἀσπίδα καὶ ὁ δειλὸς Πείσανδρος οὔτε τὰς πατρίδας ᾐδοῦντο οὔτε τὰς γαμετὰς οὔτε τὰ παιδία.

2 Ἐν Ἔρυκι τῆς Σικελίας ἑορτή ἐστιν, ἣν καλοῦσιν Ἀναγώγια Ἐρυκῖνοί τε αὐτοὶ καὶ μέντοι καὶ ὅσοι ἐν τῇ Σικελίᾳ πάσῃ. ἡ δὲ αἰτία, τὴν Ἀφροδίτην λέγουσιν ἐντεῦθεν ἐς Λιβύην ἀπαίρειν ἐν ταῖσδε ταῖς ἡμέραις. δοξάζουσι δὲ ἄρα ταῦτα ταύτῃ τεκμαιρόμενοι. περιστερῶν πλῆθός ἐστιν ἐνταῦθα πάμπλειστον. οὐκοῦν αἳ μὲν οὐχ ὁρῶνται, λέγουσι δὲ Ἐρυκῖνοι τὴν θεὸν δορυφορούσας ἀπελθεῖν· ἀθύρματα γὰρ ἀφροδίτης περιστερὰς εἶναι ᾄδουσί τε ἐκεῖνοι καὶ πεπιστεύκασι πάντες ἄνθρωποι. διελθουσῶν δὲ ἡμερῶν ἐννέα μίαν μὲν διαπρεπῆ τὴν ὥραν ἔκ γε τοῦ πελάγους τοῦ κομίζοντος ἐκ τῆς Λιβύης ὁρᾶσθαι ἐσπετομένην, οὐχ οἵαν κατὰ τὰς ἀγελαίας πελειάδας τὰς λοιπὰς εἶναι, πορφυρᾶν δέ, ὥσπερ οὖν τὴν Ἀφροδίτην ὁ Τήιος ἡμῖν Ἀνακρέων ᾄδει, πορφυρέην που λέγων. καὶ χρυσῷ δὲ εἰκασμένη