Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/148

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

αἴτιον τῆς ὁμιλίας οἱ τῆς ἐκθέσμου δάκνων καὶ πατῶν καὶ τοῖς γόνασι καίων ἀπέκτεινεν ἀλγεινότατα, ἑαυτὸν δὲ κατεκρήμνισεν. ἀμαθὴς δὲ καὶ κατὰ τοῦτο Οἰδίπους, οὐκ ἀποκτείνας, ἀλλὰ πηρώσας τὴν ὄψιν, καὶ τὴν τῶν κακῶν λύσιν μὴ γνοὺς ἐξὸν ἀπηλλάχθαι καὶ μὴ τῷ οἴκῳ καὶ τῷ γένει καταρώμενον εἶτα μέντοι κακῷ ἀνηκέστῳ ἰᾶσθαι κακὰ τὰ ἤδη παρελθόντα.


Δ

1 Ἀκολαστότατοι ὀρνίθων οἱ πέρδικές εἰσι. ταῦτά τοι καὶ τῶν θηλειῶν ἐρῶσι δριμύτατα, καὶ τῆς λαγνείας ἡττώμενοι συνεχέστατά εἰσιν οἵδε. οὐκοῦν οἱ τρέφοντες τοὺς ἀθλητὰς πέρδικας, ὅταν αὐτοὺς ἐς τὴν μάχην τὴν κατὰ ἀλλήλων ὑποθήγωσι, τὴν θήλειαν παρεστάναι ποιοῦσιν ἑκάστῳ τὴν σύννομον, σόφισμα τοῦτο δειλίας καὶ κάκης τῆς κατὰ τὴν ἀγωνίαν ἀντίπαλον αὐτοῖς εὑρόντες. οὐ γάρ τί που ἡττώμενος φανῆναι ἢ τῇ ἐρωμένῃ ἢ τῇ γαμετῇ ὁ πέρδιξ ὑπομένει· τεθνήξεται δὲ μᾶλλον παιόμενος ἢ ὁμόσε χωροῦντος ἀποστραφεὶς ἰδεῖν τολμήσει ταύτην ἀσχημόνως, παρ᾽ ᾗ βούλεται εὐδοκιμεῖν. τοῦτό τοι καὶ Κρῆτες ὑπὲρ τῶν ἐρωμένων ἐνενόουν. ἀκούω γὰρ Κρῆτα ἐραστὴν ἀγαθὸν τά τε ἄλλα καὶ τὰ πολέμια ἔχειν μὲν παιδικὰ εὐγενὲς μειράκιον ὥρᾳ διαπρεπὲς καὶ τὴν ψυχὴν ἀνδρεῖον καὶ πρὸς τὰ κάλλιστα τῶν μαθημάτων πεφυκὸς εὖ καὶ καλῶς, καλούμενον δὲ δι᾽ ἡλικίαν ἐς ὅπλα μηδέπω ῾εἶπόν γε μὴν ἀλλαχόθι καὶ τοῦ ἐραστοῦ καὶ τοῦ καλοῦ τὸ ὄνομἀ. ἀρετὰς μὲν οὖν ἐν τῇ μάχῃ τὸν νεανίαν ἀποδείξασθαί