Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/145

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

κοῦντά οἱ. σιτούμενος δὲ ἐπὶ μαρτύρων ἄχθεται, καὶ διὰ ταῦτα ἀναχωρεῖ, καὶ ὑπολανθάνων ἐσθίει. ζηλότυπος δέ ἐστιν ἰσχυρῶς, καὶ τὰς ὑπάνδρους τῶν γυναικῶν παραφυλάττει, καὶ ἐὰν καταγνῷ μοιχεύεσθαι τῆς οἰκίας τὴν δέσποιναν, ἀπάγχει ἑαυτόν. οὐ πέτεται δὲ ὑψηλός. χαίρουσί γε μὴν οἱ ἄνθρωποι αὐτῷ, καὶ τρέφουσι πεφεισμένως καὶ προμηθῶς αὐτόν. καὶ ἔοικεν ἢ σοβαρᾶς οἰκίας καὶ μέγα πλουσίας ἄθυρμα εἶναι, ἢ ὑποδέχεται νεὼς αὐτόν, καὶ ἄφετος ἀλᾶται εἴσω περιβόλου. τὸν ταὼν μὲν οὖν ὡραῖον ὄντα καὶ καταθύουσι καὶ σιτοῦνται οἱ ἄσωτοι· τοῦ γὰρ ὄρνιθος τὰ μὲν πτερὰ κόσμος ἐστί, τὸ δὲ σῶμα ἤ τι ἢ οὐδέν. πορφυρίωνα δὲ οὐκ οἶδα καταθύσαντα οὐδένα ἐπὶ δείπνῳ, οὐ Καλλίαν οὐ Κτήσιππον τοὺς Ἀθηναίους, οὐ Λεύκολλον οὐχ Ὁρτήσιον τοὺς Ῥωμαίους· εἶπον δὲ ὀλίγους ἐκ πολλῶν ἀσώτους καὶ ἀκρατεστάτους τῇ τε ἄλλῃ καὶ μέντοι καὶ περὶ γαστέρα.

43 Ὁ κόραξ ὁ ἤδη γέρων ὅταν μὴ δύνηται τρέφειν τοὺς νεοττούς, ἑαυτὸν αὐτοῖς προτείνει τροφήν· οἳ δὲ ἐσθίουσι τὸν πατέρα. καὶ τὴν παροιμίαν ἐντεῦθέν φασι τὴν γένεσιν λαβεῖν τὴν λέγουσαν ῾κακοῦ κόρακος κακὸν ᾠόν.᾿

44 Σωφρονέσταται ὀρνίθων αἱ φάτται ᾄδονται. ὁ γοῦν ἄρρην καὶ ὁ θῆλυς συνδυασθέντες καὶ οἱονεὶ συμπνεύσαντες ἐς γάμον ἀλλήλων ἔχονται καὶ σωφρονοῦσι, καὶ οὐκ ἂν ὀθνείου λέχους οὐδέτερος ἅψαιτο τῶν ὀρνίθων τῶνδε. ἐὰν δὲ ἐποφθαλμιάσωσιν ἑτέροις, περιέρχονται αὐτοὺς οἱ λοιποί, καὶ τὸν μὲν ἄρρενα οἱ ὁμογενεῖς διασπῶσιν, αἱ θήλειαι δὲ τὸν θῆλυν. οὗτος ἄρα ὁ τῆς σωφροσύνης νόμος καὶ ἐς τὰς τρυγόνας ἀφικνεῖται καὶ ἄτρεπτος μένει, πλὴν