Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/142

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ρίοις- ἐχθίστη ἐστίν. ἀκούω δὲ Θεοφράστου λέγοντος καὶ ἐν τῷ Μακεδονικῷ Ὀλύμπῳ τοῖς λύκοις ἄβατα εἶναι. αἶγες δὲ ἄρα αἱ Κεφαλληνίδες οὐ πίνουσι μηνῶν ἕξ. οἶς δὲ Βουδινὰς οὐκ ὄψει λευκάς, ὥς φασι, μελαίνας δὲ πάσας. διαφορότης δὲ ἄρα τῶν ζῴων καὶ ἰδιότης εἴη ἂν καὶ ταύτῃ· τὰ μὲν γὰρ αὐτῶν ἐστι δάκετα καὶ ἐνίησιν ἀπὸ τοῦ ὀδόντος φάρμακον, βλητικὰ δὲ ὅσα παίσαντα εἶτα μέντοι καὶ ἐκεῖνα τὸ τοιοῦτον κακὸν ἐνίησιν.

33 Ἡ Λίβυσσα δ᾽ ἀσπίς, ἀκούω, τὸν πρὸς τὸ φύσημα αὐτῆς ἀντιβλέψαντα τυφλοῖ τὴν ὄψιν· ἡ δὲ ἄλλη οὐ τυφλοῖ μέν, ἀποκτείνει δὲ ῥᾷστα.

34 Λέγονται δὲ βόες Ἠπειρωτικαὶ πλεῖστον ὅσον ἀμέλγεσθαι καὶ αἶγες αἱ Σκύριαι γάλα ἀφθονώτατον παρέχειν, ὅσον οὐκ ἄλλαι αἶγες. αἱ δὲ Αἰγύπτιαι ἔστιν αἳ πέντε ἀποτίκτουσι, καὶ αἱ πλεῖσται δίδυμα. λέγεται δὲ αἴτιος ὁ Νεῖλος εἶναι, εὐτεκνότατον παρέχων ὕδωρ. ἔνθεν τοι καὶ τῶν νομέων τοὺς ἄγαν φιλοκάλους καὶ τῆς ποίμνης τῆς σφετέρας ἔχοντας πεφροντισμένως ὕδωρ ἐκ τοῦ Νείλου ταῖς ἑαυτῶν ἀγέλαις ἄγειν μηχανῇ ὅσον δυνατόν ἐστι, καὶ ταῖς γε στερίφαις ἔτι καὶ μᾶλλον.

34 Πτολεμαίῳ τῷ δευτέρῳ φασὶν ἐξ Ἰνδῶν κέρας ἐκομίσθη, καὶ τρεῖς ἀμφορέας ἐχώρησεν. οἷος ἄρα ὁ βοῦς ἦν, ὡς ἐκπεφυκέναι οἱ τηλικοῦτον κέρας.

35 Περδίκων φθέγμα ἓν οὐδέποτ᾽ ἂν ἀκούσειας ἁπάντων, ἀλλὰ ἔστι διάφορα. καὶ Ἀθήνησί γε οἱ ἐπέκεινα τοῦ Κορυδαλλέων δήμου ἄλλο ἠχοῦσι, καὶ οἱ ἐπίταδε ἄλλο. τίνα δέ ἐστι τοῖς φθέγμασι τὰ ὀνόματα, ἐρεῖ Θεόφραστος. ἐν δὲ τῇ Βοιωτίᾳ καὶ τῇ ἀντιπέρας Εὐβοίᾳ ὁμόφωνοί τέ εἰσι καὶ ὡς ἂν εἴποι τις ὁμόγλωττοι. ἄφωνα δέ ἐστι τὸ παράπαν ἐν Κυρήνῃ