Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/141

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

επίσταται- ἐπῳάζειν οὐ δυναμένῳ καὶ ἐκλέπειν διὰ ψυχρότητα τῆς ἐν τῷ σώματι συγκράσεως, ὥς φασιν. οὐκοῦν ὅταν τίκτῃ, οὔτε αὐτὸς νεοττιὰν ὑποπλέκει οὔτε τιθηνεῖται τὰ βρέφη, φυλάττει δὲ ἄρα τοὺς τῶν νεοττιῶν δεσπότας ἀφεστῶτας καὶ πλανωμένους, καὶ παρελθὼν ἐς καταγωγὴν ὀθνείαν ἐντίκτει. οὐ πάντων δὲ ὀρνίθων καλιαῖς ἐπιπηδᾷ οὗτός γε, ἀλλὰ κορύδου καὶ φάττης καὶ χλωρίδος καὶ πάππου· τουτοις γὰρ συνεπίσταται ὅμοια αὐτῷ ᾠὰ τίκτουσι. καὶ κενῶν μὲν αὐτῶν οὐσῶν, οὐκ ἂν παρέλθοι· ᾠῶν δὲ ἔνδον ὄντων εἶτα μέντοι τὰ ἑαυτοῦ παρενέμιξεν. ἐὰν δὲ ᾖ πολλὰ τὰ ἐκείνων, τὰ μὲν ἐκκυλίσας ἠφάνισε, τὰ δὲ ἑαυτοῦ κατέλιπε, διαγνωσθῆναί τε καὶ φωραθῆναι δι᾽ ὁμοιότητα μὴ δυνάμενα. καὶ οἱ μὲν ὄρνιθες οἱ προειρημένοι τὰ μηδὲν σφίσι προσήκοντα ἐκγλύφουσιν, ὑποπηγνύμενα δὲ ἐκεῖνα ἑαυτοῖς συνεγνωκότα τὴν νοθείαν ἐκπέτεταί τε καὶ παρὰ τὸν γεινάμενον στέλλεται· τῶν γὰρ πτερῶν αὐτοῖς περιχυθέντων γνωρίζεται ἀλλότρια ὄντα, καὶ αἰκίζεται πικρότατα. ὁρᾶται δὲ μίαν ὥραν τοῦ ἔτους τὴν ἀρίστην ὁ κόκκυξ· ἦρος γὰρ ὑπαρχομένου καὶ αὐτὸς ἐμφανής ἐστιν ἐς ἀνατολὰς Σειρίου, εἶτα τῆς τῶν πολλῶν ὄψεως ἀνεχώρησεν.

31 Ἀλεκτρυόνα φοβεῖται λέων. καὶ βασιλίσκος δὲ τὸν αὐτὸν ὄρνιν, ὥς φασιν, ὀρρωδεῖ, καὶ κατιδὼν τρέμει, καὶ ἀκούων ᾄδοντος σπᾶταί τε καὶ ἀποθνήσκει. ταῦτα ἄρα καὶ οἱ τὴν Λιβύην ὁδοιποροῦντες τὴν τῶν τοιούτων τροφὸν δέει τοῦ προειρημένου βασιλίσκου εἶτα μέντοι συνέμπορον καὶ κοινωνὸν τῆς ὁδοῦ τὸν ἀλεκτρυόνα ἐπάγονται, ὅσπερ οὖν τὸ τηλικοῦτον κακὸν ἀπαλλάξει αὐτοῖς.

32 Ἡ Κρήτη καὶ τοῖς λύκοις καὶ τοῖς ἑρπετοῖς θη-