Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/140

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τὴν Ἄρτεμιν ἐκεῖθι θηρῶσαν ᾄδων εἶπεν ὅτι ἄρα ἔπεισι τόν τε Ταΰγετον καὶ τὸν Ἐρύμανθον

τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισιν.

ἐπεὶ δὲ ἔρημα λεόντων τάδε τὰ ὄρη, καὶ μάλα γε εἰκότως οὐκ ἐμνήσθη αὐτῶν.

28 Γίνεται δὲ ἐν τῇ Ἐρυθρᾷ θαλάττῃ ἰχθύς, καὶ ὅσα γε εἰδέναι ἐμέ, ἔθεντο Περσέα οἱ ἐπιχώριοι ὄνομα αὐτῷ. καὶ οἱ μὲν Ἕλληνες αὐτὸν οὕτω, καλοῦσι δὲ καὶ Ἄραβες ὁμοίως τοῖς Ἕλλησι· Διὸς γὰρ υἱὸν καὶ ἐκεῖνοι ᾄδουσι τὸν Περσέα, καὶ ἀπ᾽ αὐτοῦ γε τὸν ἰχθὺν ὑμνοῦσι λέγεσθαι. μέγεθος μὲν οὖν ἐστι κατὰ τὸν ἀνθίαν τὸν μέγιστον, ἰδεῖν δὲ ὅμοιος λάβρακι· γρυπός γε μὴν ἡσυχῆ οὕτω, καὶ ζώναις πεποίκιλται χρυσῷ προσεικασμέναις· ἄρχονται δὲ ἀπὸ τῆς κεφαλῆς ἐπικάρσιοι αἱ ζῶναι, καὶ ἐς τὴν γαστέρα καταλήγουσι. πέφρακται δὲ ὀδοῦσι μεγάλοις καὶ πυκνοῖς. λέγεται δὲ ἰχθύων περιεῖναι ῥώμῃ τε σώματος καὶ βίᾳ· ἀλλὰ οὐδὲ τόλμης οἱ ἐνδεῖ. θήραν δὲ αὐτοῦ καὶ ἄγραν εἶπον ἀλλαχόθι.

29 Ἡ πίννη θαλάττιον ζῷον, καὶ ἔστι τῶν ὀστρείων. κέχηνε δὲ τῇ διαστάσει τῶν περικειμένων ὀστράκων, καὶ προτείνει σαρκίον ἐξ ἑαυτῆς οἱονεὶ δέλεαρ τοῖς παρανηχομένοις τῶν ἰχθύων. καρκίνος δὲ αὐτῇ παραμένει σύντροφός τε καὶ σύννομος. οὐκοῦν ὅταν τις τῶν ἰχθύων προσνέῃ, ὃ δὲ ὑπένυξεν ἡσυχῆ αὐτήν· καὶ ἡ πίννη μᾶλλον ἀνέῳξεν ἑαυτήν, καὶ ἐδέξατο ἔσω τοῦ ἐπιόντος ἰχθύος τὴν κεφαλὴν ῾καθίησι γὰρ ὡς ἐπὶ τροφᾖ καὶ ἐσθίει αὐτήν.

30 Ἦν δὲ ἄρα οἰκεῖα τῷ πεπαιδευμένῳ καὶ ταῦτα εἰδέναι. σοφώτατος ὁ κόκκυξ καὶ πλέκειν εὐπόρους ἐξ ἀπόρων μηχανὰς δεινότατος. ἑαυτῷ μὲν γὰρ συν-