Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/131

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

νος κέχηνεν. ὁ τοίνυν τροχίλος ἐμβαλὼν τὸ ῥάμφος ἐξάγει τὰς προειρημένας, καρτερεῖ δὲ ὠφελούμενος ὁ κροκόδειλος καὶ ἀτρεμεῖ. καὶ ὃ μὲν ἔχει δεῖπνον τὰς βδέλλας, ὃ δὲ ὀνίναται, καὶ τὸ μηδὲν ἀδικῆσαι τὸν τροχίλον λογίζεταί οἱ μισθόν.

12 Κολοιοὺς δὲ εὐεργέτας νομίζουσι καὶ Θετταλοὶ καὶ Ἰλλυριοὶ καὶ Λήμνιοι, καὶ δημοσίας γε αὐτοῖς τροφὰς ἐψηφίσαντο, ἐπεὶ τῶν ἀκρίδων, αἳ λυμαίνονται τοὺς καρποὺς τοῖς προειρημένοις, τὰ ᾠὰ ἀφανίζουσί τε οἱ κολοιοὶ καὶ διαφθείρουσι τὴν ἐπιγονὴν αὐτοῖς. μειοῦται δὴ κατὰ πολὺ τὰ τῶν ἀκρίδων νέφη, καὶ τοῖς προειρημένοις μένει τὰ ὡραῖα ἀσινῆ.

13 Αἱ γέρανοι γίνονται μὲν ἐν Θρᾴκῃ, ἣ δὲ χειμεριώτατον χωρίων ἐστὶ καὶ κρυμωδέστατον ὧν ἀκούω. οὐκοῦν φιλοῦσι τὴν χώραν ἐν ᾗ γεγόνασι, φιλοῦσι δὲ καὶ ἑαυτάς, καὶ νέμουσι τὸ μέν τι τοῖς ἤθεσι τοῖς πατρῴοις, τὸ δέ τι τῇ σφῶν αὐτῶν σωτηρίᾳ. τοῦ μὲν γὰρ θέρους κατὰ χώραν μένουσι, φθινοπώρου δὲ ἤδη μεσοῦντος ἐς Αἴγυπτόν τε καὶ Λιβύην ἀπαίρουσι καὶ Αἰθιοπίαν, ὥσπερ οὖν γῆς περίοδον εἰδυῖαι καὶ φύσεις ἀέρων καὶ ὡρῶν διαφοράς. καὶ χειμῶνα ἠρινὸν διαγαγοῦσαι, πάλιν ὅταν ὑπεύδια ἄρξηται καὶ εἰρηναῖα τὰ τοῦ ἀέρος, ὑποστρέφουσιν ὀπίσω. ποιοῦνται δὲ ἡγεμόνας τῆς πτήσεως τὰς ἤδη τῆς ὁδοῦ πεπειραμένας· εἶεν δ᾽ ἂν ὡς τὸ εἰκὸς αἱ πρεσβύτεραι. καὶ οὐραγεῖν δὲ τὰς τηλικαύτας ἀποκρίνουσι· μέσαι δὲ αὐτῶν αἱ νέαι τετάχαται. φυλάξασαι δὲ ἄνεμον οὖρον καὶ φίλον σφίσι καὶ κατόπιν ῥέοντα, χρώμεναί οἱ πομπῷ καὶ ἐπωθοῦντι ἐς τὸ πρόσω, εἶτα μέντοι τρίγωνον ὀξυγώνιον τὸ σχῆμα τῆς πτήσεως ἀποφήνασαι, ἵνα ἐμπίπτουσαι τῷ ἀέρι διακόπτωσιν αὐτὸν ῥᾷστα, τῆς πορείας ἔχονται. οὕτω