Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/125

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

γόνα (ᾤετο δὲ ἄρα ὁ δυστυχὴς ψῆτταν εἶναἰ) φέροντα ἐπικόλπιον ἐμβαλεῖν καὶ βαδίζειν, ὥς τι ἀγαθὸν εὑρόντα καὶ ἐς ἐμπολὴν κερδαλέον ἑαυτῷ ἅρπαγμα. ἣ δὲ ἄρα ἤλγησε πιεζομένη, καὶ παίει τῷ κέντρῳ πείρασα, καὶ ἐξέχεε τοῦ δυστυχοῦς κλέπτου τὰ σπλάγχνα. καὶ ἔκειτο παρὰ τῇ τρυγόνι νεκρὸς ὁ φώρ, ἐναργὴς ἔλεγχος ὧν οὐκ εἰδὼς ἔδρασεν.

51 Ὁ κόραξ, οὐκ ἂν αὐτὸν ἐς τόλμαν ἀθυμότερον εἴποις τῶν ἀετῶν. ὁμόσε γὰρ καὶ αὐτὸς τοῖς ζῴοις χωρεῖ, οὐ μέντοι τοῖς βραχυτάτοις, ἀλλ᾽ ὄνῳ τε καὶ ταύρῳ· κάθηταί τε γὰρ κατὰ τῶν τενόντων καὶ κόπτει αὐτούς, πολλῶν δὲ καὶ τοὺς ὀφθαλμοὺς ἐξέκοψεν ὁ κόραξ. μάχεται δὲ καὶ ὄρνιθι ἰσχυρῷ, τῷ καλουμένῳ αἰσάλωνι· καὶ ὅταν θεάσηται ἀλώπεκι μαχόμενον, τιμωρεῖται· πρὸς γὰρ ἐκείνην ἔχει τινὰ φιλίαν. ἦν δὲ ἄρα ὀρνίθων πολυκλαγγότατός τε καὶ πολυφωνότατος· μαθὼν γὰρ καὶ ἀνθρωπίνην προΐησι φωνήν. φθέγμα δὲ αὐτοῦ παίζοντος μὲν ἄλλο, σπουδάζοντος δὲ ἕτερον· εἰ δὲ ὑποκρίνοιτο τὰ ἐκ τῶν θεῶν, ἱερὸν ἐνταῦθα καὶ μαντικὸν φθέγγεται. ἴσασι δὲ διὰ τοῦ θέρους ἐνοχλούμενοι ῥύσει γαστρός, καὶ διὰ ταῦτα ἑαυτοὺς ὑγρᾶς τροφῆς ἀγεύστους φυλάττουσιν.

52 Λέγει δὲ Ἀριστοτέλης τῶν ζῴων τὰ μὲν ζῳοτόκα εἶναι, τὰ δὲ ᾠὰ τίκτειν, τὰ δὲ σκώληκας· καὶ ζῷα μὲν ἀνθρώπους γεννᾶν καὶ τὰ λοιπὰ ὅσα τριχῶν ἐστιν ἐπήβολα, καὶ τὰ κητώδη τῶν ἐνύδρων· τούτων δὲ τὰ μὲν αὐλόν, βράγχια δὲ οὐκ ἔχειν, οἷον δελφῖνα καὶ φάλαιναν.

53 Μυσοῖς ἄγουσιν ἄχθη βόες, καὶ κεράτων ἄμοιροί εἰσι. λέγω δὲ τὴν ἀγέλην ἄκερων ὁρᾶσθαι οὐκέτι διὰ κρύος, ἀλλὰ τῶν βοῶν τῶνδε ἰδίᾳ φύσει, καὶ τὸ μαρτύριον παρὰ πόδας· γίνονται γὰρ καὶ ἐν