Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/118

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

σκορπίον ἐξ αὐτοῦ τίκτεσθαι, κέντρον δὲ ἄρα οὐραῖον αὐτὸν ἔχειν λέγουσιν ἰοῦ πεπληρωμένον.

34 Εἰ σαφῆ ταῦτα καὶ μὴ ἀμφίλογα, Ἰνδῶν λόγοι πειθέτωσαν· ἃ δὲ νῦν ἐρῶ, τῆς ἐκεῖθεν φήμης διακομιζούσης, ταῦτά ἐστιν. ὁμώνυμον τῷ φυτῷ κιννάμωμον ὄρνιν ἔγωγε τοῦ παιδὸς τοῦ Νικομάχου λέγοντος ἤκουσα. καὶ τὸν μὲν ὄρνιν κομίζειν τὸ φερώνυμον τοῦτο δὴ φυτὸν ἐς Ἰνδούς, εἰδέναι δὲ ἄρα τοὺς ἀνθρώπους ὅπου τε καὶ ὅπως φύεται οὐδὲ ἕν.

35 Αἰγύπτιοι κλύσματα καὶ κάθαρσιν γαστρὸς οὐκ ἔκ τινος ἐπινοίας ἀνθρωπίνης λέγουσι μαθεῖν, διδάσκαλον δὲ σφίσι τοῦ ἰάματος τοῦδε τὴν ἶβιν ᾄδουσιν. καὶ ὅπως ἐξεπαίδευσε τοὺς πρώτους ἰδόντας, ἐρεῖ ἄλλος· σελήνης δὲ αὔξησιν καὶ μείωσιν ὅτι οἶδε, καὶ τοῦτο ἤκουσα. καὶ ὅτι τὴν τροφὴν ἑαυτῇ ὑφαιρἑ̣̣̓ καὶ προστίθησι κατὰ τὴν τῆς θεοῦ καὶ λῆξιν καὶ πρόσθεσιν, πυθέσθαι ποθὲν οὐκ εἰμὶ ἔξαρνος.

36 Κέντρον πικρότατον καὶ κίνδυνον φέρον ἁπάντων μᾶλλον ἡ τρυγὼν ἡ ἐκ τῆς θαλάττης ἔχει. καὶ τὸ μαρτύριον, εἰ μὲν ἐς δένδρον τεθηλὸς καὶ εὖ μάλα ἀναθέον ἐμπήξειας αὐτό, οὔτε ἐς ἀναβολὰς οὔτε χρόνῳ ὕστερον ἀλλ᾽ ἤδη αὖον τὸ δένδρον· εἰ δέ τι τῶν ζῴων ἀμύξειας, ἀπέκτεινας.

37 Ἡ μυγαλῆ ἐς ὅσον μὲν τὴν ἄλλως πρόεισι, ζῆν ἔχει, καὶ ἐσπείσατο αὐτῇ ἡ φύσις, ἐάν γε μὴ ἄλλῃ τινὶ τύχῃ καταληφθῇ καὶ ἀπόληται· ἐπὰν δὲ ἐς ἁρματοτροχιὰν ἐμπέσῃ, οἱονεὶ πέδῃ κατείληπται καὶ μάλα ἀφανεῖ, καὶ τέθνηκε. δηχθέντι δὲ ὑπὸ μυγαλῆς φάρμακον ἐκεῖνο. ἐκ τῆς τῶν τροχῶν διαδρομῆς ἡ ψάμμος ἀρθεῖσα ἐπεπάσθη τῷ δήγματι, καὶ ἔσωσε παραχρῆμα.

38 Καὶ ταῦτα δὲ ὑπὲρ τῆς Αἰγυπτίας ἴβεως προσα-