Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/117

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τον ἀλᾶσθαι σὺν τοῖς ὄρνισι τοῖς οἰκέταις· ὃ δὲ οὐκ ἀπαλλάττεται, ὥσπερ οὖν πεπεδημένος.

31 Ἡ σαλαμάνδρα τὸ ζῷον οὐκ ἔστι μὲν τῶν πυρὸς ἐκγόνων, ὥσπερ οὖν οἱ καλούμενοι πυρίγονοι, θαρρεῖ δὲ αὐτὸ καὶ χωρεῖ τῇ φλογὶ ὁμόσε, καὶ ὡς ἀντίπαλόν τινα σπεύδει καταγωνίσασθαι. καὶ τὸ μαρτύριον, περὶ τοὺς βαναύσους καλινδεῖται καὶ τοὺς χειρώνακτας τοὺς ἐμπύρους. ἐς ὅσον μὲν οὖν ἐνακμάζει τὸ πῦρ αὐτοῖς, καὶ συνεργὸν τῇ τέχνῃ ἔχουσιν αὐτὸ καὶ κοινωνὸν τῆς σοφίας, ὑπὲρ τοῦδε τοῦ ζῴου οὐδὲ ἓν φροντίζουσιν· ὅταν δὲ τὸ μὲν ἀποσβεσθῇ καὶ μαρανθῇ, μάτην δὲ αἱ φῦσαι καταπνέωσιν, ἐνταῦθα ἤδη τὸ ζῷον τὸ εἰρημένον ἀντιπρᾶττον σφίσιν ἴσασι καλῶς. ἀνιχνεύσαντες οὖν τὸ θηρίον καὶ τιμωρησάμενοι, τὸ πῦρ ἐντεῦθεν αὐτοῖς ἐξάπτεται, καὶ ἔστιν εὐπειθές, καὶ οὐ σβέννυται τῇ συνηθείᾳ τρεφόμενον.

32 Κύκνος δέ, ὅνπερ οὖν καὶ θεράποντα Ἀπόλλωνι ἔδοσαν ποιηταὶ καὶ λόγοι μέτρων ἀφειμένοι πολλοί, τὰ μὲν ἄλλα ὅπως μούσης τε καὶ ᾠδῆς ἔχει εἰπεῖν οὐκ οἶδα· πεπίστευται δὲ ὑπὸ τῶν ἄνω τοῦ χρόνου ὅτι τὸ κύκνειον οὕτω καλούμενον ᾄσας εἶτα ἀποθνήσκει. τιμᾷ δὲ ἄρα αὐτὸν ἡ φύσις καὶ τῶν καλῶν καὶ ἀγαθῶν ἀνθρώπων μᾶλλον, καὶ εἰκότως· εἴ γε τούτους μὲν καὶ ἐπαινοῦσι καὶ θρηνοῦσιν ἄλλοι, ἐκεῖνοι δὲ εἴτε τοῦτο ἐθέλοις εἴτε ἐκεῖνο, ἑαυτοῖς νέμουσιν.

33 Κροκόδειλος μὲν ὅπως ἔχει μεγέθους καὶ ὁ τέλειος καὶ ὁ ἐκγλυφεὶς πρῶτον, καὶ μέντοι καὶ γλώττης ὅπως, καὶ εἰ κινεῖ τὴν γένυν, καὶ ποτέραν τῇ ἑτέρᾳ προσάγει, πολλοὶ λέγουσι. κατέγνωσαν δὲ ἄρα τοῦ ζῴου τοῦδέ τινες ὅτι τίκτει τοσαῦτα ᾠὰ ὅσαις ἂν ἡμέραις ἐπῳάζον εἶτα ἐκγλύψῃ τὰ νεόττια· ἤδη δὲ ἔγωγε ἤκουσα, ὁ κροκόδειλος ὅταν ἀποθάνῃ,