Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/115

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τοὺς ἑαυτῶν οἴκους καὶ τὰς συνήθεις στέγας ἀπολείποντες· εἶτα ἐκλέγουσι τῶν πυρῶν καὶ τῶν κριθῶν, καὶ τὴν αὐτὴν χωροῦσιν ἀτραπόν. καὶ οἳ μὲν ἀπίασιν ἐπὶ τὴν τῶν προειρημένων συλλογήν, οἳ δὲ κομίζουσι τὸν φόρτον, καὶ πάνυ αἰδεσίμως καὶ πεφεισμένως ἀλλήλοις ἀφίστανται τῆς ὁδοῦ, καὶ μᾶλλον τοῖς ἀχθοφόροις οἱ κοῦφοι· κατελθόντες δὲ ἐς τὰ οἰκεῖα τὰ σφέτερα καὶ πληρώσαντες τοὺς ἐν τῷ μυχῷ σφίσι σιρούς, ἑκάστου σπέρματος διατρήσαντες τὸ μέσον, τὸ μὲν ἐκπεσὸν δεῖπνον γίνεται τῷ μύρμηκι ἐν τῷ τέως, τὸ δὲ λοιπὸν ἄγονόν ἐστι. παλαμῶνται δὲ ἄρα οἱ γενναῖοι οἰκονόμοι καὶ φρουροὶ τοῦτο, ἵνα μὴ τῶν ὄμβρων περιρρευσάντων, εἶτα ἔκφυσιν ὁλόκληρα ἐκεῖνα ὄντα λάβῃ τινὰ καὶ ἀναθήλῃ, καὶ τούτων γενομένων ἀτροφίᾳ καὶ λιμῷ διὰ χειμῶνος περιπέσωσι, καὶ αὐτοῖς ἐξαμβλώσῃ ἡ σπουδή. φύσεως μὲν δὴ καὶ μύρμηκες λαβεῖν δῶρα εὐτύχησαν καὶ ταῦτα ὡς ἄλλα.

26 Οὐδέποτε ἀετὸς οὔτε πηγῆς δεῖται οὔτε γλίχεται κονίστρας, ἀλλὰ καὶ δίψους ἀμείνων ἐστί, καὶ καμάτου φάρμακον οὐκ ἀναμένει πορισθὲν ἔξωθεν, ὑπερφρονῶν δὲ καὶ τῶν ὑδάτων καὶ τῆς ἀναπαύσεως τὸν αἰθέριον τέμνει πόλον, καὶ ὀξύτατα ὁρᾷ ἐκ πολλοῦ τοῦ αἰθέρος καὶ ὑψηλοῦ. καὶ τόν γε τῶν πτερῶν αὐτοῦ ῥοῖζον καὶ τὸ τῶν θηρίων ἀτρεπτότατον ὁ δράκων ἀκούσας μόνον παραχρῆμα κατέδυ καὶ ἀσμένως ἠφανίσθη. βάσανος δέ οἱ τῶν νεοττῶν τῶν γνησίων ἐκείνη ἐστίν. ἀντίους τῇ αὐγῇ τοῦ ἡλίου ἵστησιν αὐτοὺς ὑγροὺς ἔτι καὶ ἀπτῆνας· καὶ ἐὰν μὲν σκαρδαμύξῃ τις τὴν ἀκμὴν τῆς ἀκτῖνος δυσωπούμενος, ἐξεώσθη τῆς καλιᾶς, καὶ ἀπεκρίθη