Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/108

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

καί τι καὶ ἐπεκτύπουν τοῖς ποσί, χόρειόν τε καὶ συμμελὲς ὁμορροθοῦντες οἱ αὐτοί. Δάμωνα μὲν οὖν καὶ Σπίνθαρον καὶ Ἀριστόξενον καὶ Φιλόξενον καὶ ἄλλους ἐπαΐειν μουσικῆς κάλλιστα καὶ ἐν ὀλίγοις ἐξετάζεσθαι τήνδε τὴν σοφίαν θαυμαστὸν μέν, ἄπιστον δὲ καὶ παράλογον οὐδαμῶς. τὸ δὲ αἴτιον, ἄνθρωπος ζῷόν ἐστι λογικὸν καὶ νοῦ καὶ λογισμοῦ χωρητικόν· ζῷον δὲ ἄναρθρον συνιέναι καὶ ῥυθμοῦ καὶ μέλους καὶ φυλάττειν σχῆμα καὶ ἐμμέλειαν μὴ παρατρέπειν καὶ ἀποπληροῦν τῶν διδαχθέντων τὴν ἀπαίτησιν, φύσεως δῶρα ταῦτα ἅμα καὶ ἰδιότης καθ᾽ ἕκαστον ἐκπληκτική. τὰ δὲ ἐπὶ τούτοις καὶ ἐκμῆναι τὸν θεατὴν ἱκανά· χαμαιζήλων κλινῶν στιβάδες ἐν τῇ ψάμμῳ τοῦ θεάτρου τεθεῖσαι, εἶτα ἐδέξαντο τυλεῖα καὶ ἐπὶ τούτοις στρωμνὴν ποικίλην, οἰκίας μέγα εὐδαίμονος καὶ παλαιοπλούτου σαφῆ μαρτύρια· καὶ κυλίκια ἦν πολυτελῆ παρακείμενα καὶ κρατῆρες χρυσοῖ καὶ ἀργυροῖ, καὶ ἐν αὐτοῖς ὕδωρ πάμπολυ, τράπεζαί τε παρέκειντο θύου τε καὶ ἐλέφαντος εὖ μάλα σοβαραί, καὶ ἦν ἐπ᾽ αὐτῶν κρέα καὶ ἄρτοι, παμβορωτάτων ἐμπλῆσαι ζῴων γαστέρας ἱκανὰ ταῦτα. ἐπεὶ δὲ τὰ τῆς παρασκευῆς ἔκπλεά τε καὶ ἀμφιλαφῆ ἦν, παρῆλθον οἱ δαιτυμόνες, ἓξ μὲν ἄρρενες, ἰσάριθμοι δὲ αἱ θήλειαι αὐτοῖς· καὶ οἳ μὲν ἀρρενωπὸν στολὴν εἶχον, αἳ δὲ θῆλυν, καὶ κατεκλίνησαν σὺν κόσμῳ συνδυασθέντες ἄρρεν τε καὶ θῆλυ. καὶ ὑποσημήναντος τὰς προβοσκίδας ὡς χεῖρας κεκολασμένως προύτεινον, καὶ ἐσιτοῦντο εὖ μάλα σωφρόνως· καὶ οὔτε τις αὐτῶν ἔδοξεν ἀδηφάγος οὔτε μὴν προτένθης τις ἢ τῆς μοίρας τῆς μείζονος ἁρπακτικός, ὡς ὁ Πέρσης ὁ παρὰ τῷ Ξενοφῶντι τῷ χρυσῷ. ἐπεὶ δὲ πίνειν ἔδει, ἑκάστῳ κρατὴρ παρετέθη, καὶ ἀρυτόμενοι