Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/101

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τὴν ψυχήν. ἐνταῦθα οὖν οἱ λοιποὶ θάπτουσι μὲν τὸν νεκρόν, φέρονται δὲ εὐθὺ τῆς Αἰγύπτου, τὰ μήκιστα πελάγη περαιούμενοι τῷ ταρσῷ τῶν πτερῶν, καὶ οὔτε ὁρμίζονταί που οὔτε ἀναπαύονται. σπείροντας δὲ τοὺς Αἰγυπτίους καταλαμβάνουσι, καὶ τράπεζαν ὡς ἂν εἴποις ἄφθονον τὴν ἐν ταῖς ἀρούραις εὑρόντες εἶτα ἄκλητοι ξενίων μεταλαγχάνουσιν.

2 Τίκτεσθαι μὲν ἐν ὄρεσι ζῷα καὶ ἐν ἀέρι καὶ ἐν θαλάττῃ, θαῦμα οὔπω μέγα· ὕλη γὰρ καὶ τροφὴ καὶ φύσις ἡ τούτων αἰτία· ἔκγονα δὲ πυρὸς πτηνὰ εἶναι τοὺς καλουμένους πυριγόνους, καὶ ἐν αὐτῷ βιοῦν καὶ τεθηλέναι, καὶ δεῦρο καὶ ἐκεῖσε περιποτᾶσθαι, τοῦτο ἐκπληκτικόν. καὶ τὸ ἔτι θαῦμα, ὅταν ἔξω τοῦ πυρὸς τοῦ συντρόφου ἐκνεύσωσι καὶ ἀέρος ψυχροῦ μεταλάχωσιν, ἐνταῦθα δὴ τεθνήκασι. καὶ ἥτις ἡ αἰτία τίκτεσθαι μὲν πυρί, ἀέρι δὲ ἀπόλλυσθαι, λεγέτωσαν ἄλλοι.

3 Οἱ μὲν ὄρνιθες οἱ ἕτεροι ἀναβαίνονται, ὡς λόγος, αἱ δὲ χελιδόνες οὔ, ἀλλὰ τούτων γε ἐναντία ἡ μίξις ἐστί. καὶ τὸ αἴτιον οἶδεν ἡ φύσις. λέγει δὲ ὁ πλείων λόγος ὅτι πεφρίκασι τὸν Τηρέα καὶ δεδοίκασι μή ποτε ἄρα προσερπύσας λάθρᾳ εἶτα ἐργάσηται τραγῳδίαν καινήν. ἦν δὲ ἄρα καὶ τοῦτο χελιδόνι δῶρον ἐκ τῆς φύσεως, ὥς γε ἐμὲ κρίνειν, τὸ τιμιώτατον· πηρωθεῖσα τὴν ὄψιν περόναις ἐὰν τύχῃ, ὁρᾷ αὖθις. τί οὖν ἔτι τὸν Τειρεσίαν ᾄδομεν, καίτοι μὴ ἐνταυθὶ μόνον, ἀλλὰ καὶ ἐν ᾄδου σοφώτατον, ὡς Ὅμηρος λέγει;

4 Ζῷα ἐφήμερα οὕτω κέκληται, λαβόντα τὸ ὄνομα ἐκ τοῦ μέτρου τοῦ κατὰ τὸν βίον· τίκτεται γὰρ ἐν τῷ οἴνῳ, καὶ ἀνοιχθέντος τοῦ σκεύους τὰ δὲ