Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/100

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

αὐλῇ, αἱ δὲ νεώταται μετὰ ταύτας οἰκοῦσιν, αἱ δὲ ἐν ἥβῃ καὶ ἀκμῇ οὖσαι ἐξωτέρω ἐκείνων, ὡς εἶναι τὰς μὲν πρεσβυτάτας φρουροὺς τῶν βασιλέων, τὰς δὲ νεάνιδας ἕρκος τῶν νεωτάτων.

60 Λἐγει μέν τις λόγος ἀκέντρους εἶναι τοὺς τούτων βασιλέας· λέγει δὲ καὶ ἕτερος καὶ πάνυ ἐρρωμένα τὰ κέντρα συμπεφυκέναι αὐτοῖς καὶ τεθηγμένα ἀνδρειότατα· οὔτε δὲ ἐπ᾽ ἀνδρί ποτε χρῆσθαι αὐτοῖς οὔτε ἐπὶ ταῖς μελίτταις, ἀλλὰ συμπεπλάσθαι φόβον ἄλλως· μὴ γὰρ θέμις εἶναι τὸν ἄρχοντα καὶ τῶν τοσούτων ἔφορον κακὸν ἐργάσασθαι. καὶ τὰς μελίττας δὲ τὰς λοιπὰς ὁμολογοῦσιν οἱ τούτων ἐπιστήμονες ἐν ὄψει τῶν ἀρχόντων τῶν σφετέρων ὑποκλίνειν τὰ κέντρα, οἱονεὶ τῆς ἐξουσίας ἀφισταμένας καὶ παραχωρούσας. ἑκάτερον δ᾽ ἄν τις ἐκπλαγείη τὸ τῶν βασιλέων ἐκείνων· εἴτε γὰρ μὴ ἔχουσι πόθεν ἀδικήσουσι, μέγα τοῦτο· εἴτε καὶ παρὸν ἀδικῆσαι μὴ ἀδικοῦσιν, ἀλλὰ τοῦτό γε μακρῷ κρεῖττόν ἐστιν.


B

1 Ὅταν τὰ ἤθη τὰ τῶν Θρᾳκῶν καὶ τοὺς κρυμοὺς ἀπολείπωσι τοὺς Θρᾳκίους αἱ γέρανοι, ἀθροίζονται μὲν ἐς τὸν Ἕβρον, λίθον δ᾽ ἑκάστη καταπιοῦσα, ὡς ἔχειν καὶ δεῖπνον καὶ πρὸς τὰς ἐμβολὰς τῶν ἀνέμων ἕρμα, πειρῶνται τοῦ μετοικισμοῦ καὶ τῆς ἐπὶ τὸν Νεῖλον ὁρμῆς, ἀλέας τε καὶ χειμερίου συντροφίας πόθῳ τῆς ἐκεῖθι. μελλουσῶν δὲ αὐτῶν αἴρεσθαι καὶ τοῦ πρόσω ἔχεσθαι, ὁ παλαίτατος γέρανος περιελθὼν τὴν πᾶσαν ἀγέλην ἐς τρίς, εἶτα μέντοι πεσὼν ἀφίησι