Σελίδα:Carmina Graece Medii Aevi, W. Wagner (1874).djvu/40

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
—18—

„εὔλογον ἔνι τὸ ζητοῦν καὶ μὴ τοὺς παρακούσῃς,
ἀνάπαυσέ τοὺς ὀλίγον καὶ πάντα νὰ τοὺς ἔχῃς.“
πλὴν οὐκ ἠρκέστη ὁ βασιλεὺς εἰς τὴν βουλὴν ἐκείνην,
[ἣν εἴπασιν οἱ γέροντες οἱ πολυπαθημένοι,] 430
ἀλλὰ τοὺς νέους ἔκραξεν μᾶλλον τοὺς θρασυτέρους,
ὁποῦ ἦσαν συνανάτροφοι μετὰ τὸν βασιλέα,
εκάθισεν, ἠρώτησέν τοὺς ὅλους περὶ τούτου,
„εἴπατε νέοι καὶ. ὑμεῖς δότε βουλὴν εἰς τοῦτο“
ἐκεῖνοι ὡς θρασύτατοι, κακοί τε καὶ αὐθάδεις, 435
κακὴν βουλὴν τὸν ἔδωκαν, ὡς ἔδειξεν τὸ τέλος.
ὅμως ἑπροτιμήσατο τὴν συμβουλὴν ἐκείνην,
τῶν δὲ γερόντων τὴν βουλὴν ἐκείνων τῶν φρονίμων
ἀφῆκέν τὴν ὡς ἄχρηστον, οὐδὲν τὴν ἀσχολήθην.
μετὰ δὲ τὴν παραδρομὴν τῶν ἡμερῶν τῶν τρίων 440
ἦλθεν τὸ πλῆθος πρὸς αὐτὸν πάλιν καὶ παρεκάλει
„ἐλέησον, παρηγόρησον τὴν ἀγανάκτησίν μας.”
ὁ βασιλεὺς δὲ πρὸς αὐτοὺς μετὰ θυμοῦ τοὺς λέγει
„οὐκ ἐλαφρύνω τίποτες, μηδὲν παρακαλεῖτε·
ἐβάρυνέ σας, λέγετε, μεγάλος ὁ πατήρ μου, 445
ἐγὼ τό σᾶς ἐβάρυνε νὰ τὸ διπλοτριπλάσω.
ἐπαίδευσέν σας, λέγετε, διὰ δαρμοῦ καὶ κoύρσου
νὰ σᾶς παιδεύσω ἐγὼ διπλᾶ καὶ νὰ σᾶς καταφθείρω.”
εὐθὺς τὸ πλῆθος ὥρμησεν εἰς ταραχὴν καὶ ζάλην
καὶ μετὰ θράσους καὶ θυμοῦ λέγουν τὸν βασιλέα 450
„ὕπαγε εἰς τὸν οἶκόν σου, ποίμανε τόν λαόν σου·
οὐκ ἔχεις μέρος μεθ’ ἡμῶν οὐδὲ κληρονομίαν.“
καὶ παρευθὺς ἐχώρισαν τὰ δώδεκα τὰ σκῆπτρα,
ὁ βασιλεὺς δ’ ὑπέμεινεν μόνον μὲ τοὺς οἰκείους.