Σελίδα:Carmina Graece Medii Aevi, W. Wagner (1874).djvu/35

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
—13—

ὁποῦ τὴν θλῖψιν μοναχὴν οὐ δυνατὼ φυλάξαι,
πῶς νὰ φυλάξῃ θησαυρὸν ἢ τίποτ’ ἄλλον πρᾶγμα;
ἀπόφευγε τὰς ταραχὰς, φεῦγε καὶ τούς κινδύνους·
εἰ δὲ συμβῇ σε κι ἐμπλακῆ|ς εἰς κίνδυνον πολλάκις,
ὡς ἄνδρας ἀγωνίστησε νὰ ζήσῃς, ν’ ἀποθάνῃς — 300
πάντες γὰρ ἀποθνήσκομεν κἂν οὕτως, κἂν ἀλλέως —
καλὸν καὶ ὑπερένδοξον τὸν ἔπαινον κερδάνῃς.
ὡς θέλεις νἄχουν, τέκνον μου, πάντες σ’ οἱ κρείττονές σου,
οὕτως καὶ τοὺς ἐλάττονας τίμα καὶ πρόσεχέ τοὺς.
φεῦγε τοὺς κολακεύοντας ἀπὸ κακοπραγίας, 305
ἀγάπα δὲ τοὺς λέγοντας ὀρθὰ ἀκολακεύτως.
ἀγάπα ·καὶ τοὺς συγγενεῖς καὶ τίμα κί’ ἀσχολοῦ τοὺς,
ὅτι ὁ νόμος λέγει τὸ, ἡ φύσις ἀπαιτεῖ τὸ.
ἂν γὰρ οὐκ ἔχῃς εἰς αὐτοὺς ἀγάπην, ὡς ἁρμόζει,
ξένος οὐ μὴ σ’ ἐμπιστευθῇ, καὶ εἶσαι ὑβρισμένος. 310
θέλε τοὺς ὄντας μετὰ σὲ, ἀγάπα κι ἀποδέχου,
κάλλιον νὰ σ’ ἐντρέπωνται παροῦ νὰ σὲ φοβοῦνται·
γεννᾷ γὰρ σέβας ἡ ἐντροπὴ, ὁ φόβος ἔχει μῖσος.
λόγους κακοὺς μηδὲν λαλῇς μηδὲ ἀκούειν θέλῃς,
ὅπου γὰρ θέλει πάντοτε ἀκούειν αἰσχροὺς λόγους, 315
λέγειν αἰσχρὰ οὐκ ἐντρέπεται, καὶ πράττειν οὐ φοβεῖται
ἀπόφευγ’, ὅσον δύνασαι, κενὰς αἰσχρολογίας,
πολλάκις γὰρ καὶ συγγενεῖς ἤγειραν κατ’ ἀλλήλων,
καὶ ἔχθραν ἔβαλαν πολλὴν μέσον γονεῖς καὶ τέκνα,
καὶ πόλεις ἐκατέσκαψαν κ’ ἠφάνισαν τελείως, 320
καὶ εἰς κακὸν ἐνήργησαν χείλη διαβολέων.