Σελίδα:Carmina Graece Medii Aevi, W. Wagner (1874).djvu/34

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
—12—

ἀρχὴ σοφίας ἔπαινος, ἀρχὴ δὲ μάχης ψόγος. 270
ἀργὰ καὶ μετὰ προσοχῆς πολέμει τὴν βουλήν σου
τὸ ἔργον μετὰ τὴν βουλὴν ποτὲ μὴ ἀθετήσῃς.
εἰ δ’ ἔχεις τίποτες κρυπτὸν καὶ συμβουλὴν γυρεύεις,
ξενοπροσώπως ἀφηγοῦ καὶ μὴ φανῇ ἐδικόν σου,
καὶ νὰ κερδίσῃς τὴν βουλὴν καὶ νὰ σὲ λείπῃ αἰσχύνη. 275
ὁπόταν εἰς ὑπόθεσιν βούλεσαι ἐδικήν σου,
κι ἐνθυμηθῇς ὅτι ἔπαθες ἀπὸ κακοβουλίας,
μὴ θυμωθῇς, μὴ ὀξυνθῇς, μηδὲ κακοτροπίσῃς,
μᾶλλον δὲ στερεὡθητι καὶ σκόπευσον τὸ κρεῖττον.
καλοὺς ἀνθρώπους φρόντισε νὰ ποίσῃς συνεργούς σου,280
εἱ δὲ καὶ ποίσειs πονηροὺς καὶ πράξουν πονηρίαν,
αἴτιος εἶσαι τοῦ κακοῦ κ’ ἐσὺ ἔχεις πλεὸν τό κρίμα·
ὅσα κακὰ κι ἂν πολεμοῦν, ἀπήλογος εἷσθαι θέλεις.
ἔπαινον θέλε τῶν καλῶν ἀντὶ πολλῶν χρημάτων.
πρᾶγμα κακόν μὴ θεωρῇς μηδὲ ἀκούειν θέλε· 285
τὸ γὰρ κακὸν ἂν βοηθῇς, ἐσὺ κακὸς νὰ δείξῃς.
τὴν ἀρετὴν καὶ φρόνησιν ἀγάπα καὶ τὴν γνῶσιν
πλούτου παντὸς ἐπέκεινα καὶ θησαυρῶν μεγάλων.
ἐκεῖνα παραμένουσιν, ὁ πλοῦτος δ’ οὐ προσμένει·
ὁ νοῦς γὰρ μέγας θησαυρὸς ἐπέκεινα τῶν ἄλλων, 290
εἰς τόπον ὀλιγούτσικον ἔνι ’ποχωρεμένος.
ὅταν σ’ ἐπέλθῃ χαροπὸν, μὴ τό κενοδοξήσῃς,
καὶ ὅταν σ’ ἔλθῃ λυπηρὸν, μὴ σὲ νικήσῃ ἡ θλίψις·
τὸν δὲ σκοπὸν τῆς λύπης σου μηδὲν τὸν φανερώσῃς,
ἵνα μὴ χαίρωνται οἱ ἐχθροὶ κ’ οἱ φίλοι σου λυποῦνται.295