Σελίδα:Carmina Graece Medii Aevi, W. Wagner (1874).djvu/222

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἀκούσας δὲ ταῦτα ὁ βασιλεύ(ς) Κυδώνιος καὶ θυμοῦ πλησθεὶς ἔφη πρὸς αὐτήν

„ἔχεις μάρτυράς τινας;“

ἡ δὲ ἔφη

„ναί, δέσποτα βασιλεῦ Κυδώνιε, ἔχω Ἐλαίαν τὴν κυρὰ ἡγουμένην, Φακῆν τὴν κυρὰ οἰκονόμισσα, Σταφίδα τὴν κυρὰ καλογραῖαν· ἔχω Ῥέβιθον τὸν κουκουβαϊομύτην, Φάσουλον τὸν κοιλιοπρήστην καὶ μαυρόμματον, Κρόκον τὸν αἱματοδόχον καὶ πνευματόμαχον, καὶ Λάθυρον τὸν ἀκέφαλον.“

Εὐθὺς δὲ ἐξεπήδησε καὶ ὁ κύρις Κρομμύδιος μετὰ κόκκινης στολῆς δισέντυτος, τρισέντυτος, τὸ γένειον αὐτοῦ χάμαι συρόμενον, καὶ μετὰ δριμείας χολῆς τοὺς λόγους τούτους πρὸς τὸν βασιλέα ἀπεκρίνατο

„ὦ δέσποτα βασιλεῦ Κυδώνιε, ὀμνύω σε οὕτως· μὰ τὸν ἀδελφόν μου Σκόρδον καὶ τὸν ἐξάδελφόν μου τὸν Σινάπη, καὶ ἀνιψιόν μου τὸν Ῥεπάνην, καὶ συμπέθερόν μου Πράσον τὸν μακρυγένην, καὶ θεῖόν μου τὸν Κάρδαμον τὸν δριμύτατον πάνυ, καὶ υἱόν μου τὸν Ταρκὸν, καὶ Γογγύλην τὸν δεύτερόν μου υἱόν, 40 καὶ μὰ τὰ Ἀνηθομαλαθρόκουκα τοὺς συγγενεῖς μου, εἰς τούτους ὅλους σὲ ὀμνύω, δέσποτα βασιλεῦ Κυδώνιε, ὅτι ψεῦδος ἀνήγγειλε ἡ Στάφυλος πρὸς τὴν βασιλείαν σου, δέσποτα βασιλεῦ Κυδώνιε.“

ὁ δὲ βασιλεύς Κυδώνιος ἔφη πρὸς τοὺς παρεστώτας

„Σεβαστὲ Μαρούλιε, Φρύγιε πρωτοσπαθάριε καὶ Ἀντίδιε πρωτοκαθήμενε τοῦ βισταρίου, καὶ ἔπαρχον Χρυσολάχανον, Σπάνιε κουροπαλάτη, καὶ Σεῦκλε κοντόσταυλε, Γλιστρίδα τε καὶ Κουδούμεντε, καὶ Δαῦκο καὶ Σέλινε, οἱ καὶ τὰς βίβλους κρατεῖτε, κρίνατε πρὸς ἑαυτοὺς καθὼς ὁ Κύριος Κρομμύδιος ἀπεφθέγξατο τὸ κἄτινος ψευδῆ.“

οἱ δὲ εἶπον

„ὦ δέσποτα βασιλεῦ Κυδώνιε, τὴν δικαίαν κρίσιν θέλομεν, ἱκετεύομέν σε τοῦ προστάξαι ἐλθεῖν τοὺς ἄρχοντος καὶ ἡγεμόνας.“

προστάξαντος οὖν τοῦ βασιλέως καὶ εἰσελθόντων τῶν ἀρχόντων, παρίστανται καὶ οἱ μετ’ αὐτῶν βάραγγοι, ὁ Καρύδιος τε καὶ ὁ Κάστανος καὶ ὁ Λεπτοκάρυος, ὁ Φοινικός τε καὶ ὁ