Βασιλεύοντος του πανενδοξοτάτου Κυδωνίου καὶ ἡγεμονεύοντος τοῦ περιβλέπτου Κίτρου, συνεδριάζοντος δὲ Ῥῳδίου τοῦ ἐπικέρνη, Ἀπιδίου του πρωτονοταρίου, Μήλου τοῦ λογοθέτου, Νεραντσίου του πρωτοβεστιαρίου, Ῥοδακίνου τοῦ πρωτοστάτορος, Δαμασκήνου τοῦ πρωτοβελλισίμου, Πιστακίου του καίσαρος, Λεμονίου τοῦ μεγάλου δρογγαρίου, Κουκουναρίου τοῦ ἐπικέρνη, Μοσχοκαρυδίου τοῦ μεγάλου ἄρχοντος, Μουσπούλου, Σούρβου, Σύκου, Βατσίνου, Τζιντζίφου, καὶ Κερασίου, τῶν γραμματικῶν·
αὐτῶν δὲ παρισταμένων παρέστη καὶ ἡ Στάφυλος ἀναγγέλλουσα ταῦτα
„ὦ δέσποτα βασιλεῦ Κυδώνιε, γνωστὸν ἔστω τῆς ἁγίας σου βασιλείας, ὅτι ὁ πρωτοσέβαστος Πιπέριος μετὰ Κυμίνου τοῦ κόμητος καὶ Θρίμπου του πρωτοσπαθαρίου, Καναβουρίου τοῦ μεγάλου ἄρχοντος, Κανίου πρατούκτορος, Δισικαμίνου, Προύνου τε καὶ Βατσίνου, [καὶ τῶν σῶν πραγμάτων καταφρονοῦσι], Τζιντζιφορεβίθου τε καὶ Ἀνακακάβου, Βραβούλου τε καὶ Κουμάρου, Κρανίου τε καὶ Βαλανίου τῶν ἀνυμνητέων, Ἀνήθου τε καὶ Μαράθου, Κολιάνδρου καὶ Δενδρολιβάνου, καὶ τῶν σῶν προσταγμάτων καταφρονοῦσιν καὶ κατὰ τῆς βασιλείας σου ἄτοπα ἐπιτηδεύουσιν, ὦ δέσποτα βασιλεῦ Κυδώνιε.“