Σελίδα:Carmina Graece Medii Aevi, W. Wagner (1874).djvu/200

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
––178––

ὁ σκύλος δὲ, ὡς ἔστεκεν βλέπων τὰ γεγονότα,
ἐβάβυσεν ἀπὸ μακρὰ, ἐξέσπασε τὸν χοῖρον,
ἀναιβοεκατέβαινε „βλέπετε καὶ σκοπεῖτε 1060
τὴν κακοµήχανον αὐτὴν τὴν µεγαλομαστόραν,
τὴν ἀλωποῦ τὴν ἄπιστον τὸ πῶς καταμυτόνει
καὶ δείχνει ἀγάπην δολερὰ καὶ εἰς τὰ δύο µέρη.
τί στέκετε; τί βλέπετε; μηδὲν γὰρ φοβηθῆτε,
μὴ δειλιάσετε ποσῶς, ἀλλὰ ἀνδρειωθῆτε.“ 1065
εὐθὺς ὁ χοῖρος ἔδραμεν, ἐπήδησεν ἡ αίγα.
τὸ πρόβατον, ὁ λαγωὸς, ὁ κριὸς καὶ ὁ τράγος.
ἐσάλπιγξεν ὁ γάδαρος, ἡ κάµηλος ὀρχάται.
κρούει τὰ ταβλαμπάσια ὁ πονδικὸς ἐπάνω,
ὁ ἵππος δὲ χηλιμιντρᾷ, ἀναιβοκαταιβαίνει, 1070
ποιοῦσιν ταραχὴν πολλὴν καὶ ὄχλησιν μεγάλην.
κόπτει ὁ λύκος τὸ βουνὶν, ἡ ἀλωποῦ τὸ δάσος.
ὁ κάτης δὲ ἀνέβηκεν εἰς τὸ δενδρὸν ἀπάνω,
ἡ μαϊμοῦ ἀπέμεινεν ἀπέσω εἰς τὴν τρύπαν.
ἡλίου βασιλεύοντος ὁ πόλεμος ἐπαύθη, 1075
καὶ ἡ σκοτία τῆς νυκτὸς διέσωσεν καὶ τούτους.
τότ᾽ ἐπληρώθη τὸ ῥηθὲν διὰ τοῦ ὑμνογράφου
„ὁ βασιλεὺς οὐ σώζεται ἐν τῇ πολλῇ δυνάμει.
καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει τῆς ἰσχύος.“
ἔκτοτε γοῦν καὶ µέχρι νῦν ἡ γενοµένη μάχη 1080
εἰς πάντα τὰ τετράποδα μικρά τε καὶ μεγάλα
ἔμεινεν καὶ διέµεινεν εἰς πάντας τοὺς αἰώνας.