Σελίδα:Carmina Graece Medii Aevi, W. Wagner (1874).djvu/174

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
––152––

ἀλλὰ καὶ ᾑ ἀρχόντισσαις ᾑ µεγαλομανδούσσαις,
ποῦ ἔχουν τὰς μακρὰς οὐρὰς καὶ σύρνουν τας οπίσω, 305
ἔχουν το µέσον ἔνδυμαν διὰ τὴν πρεποσύνην·
[πολλάκις δὲ τὰ ἔχουσιν διὰ πολλὴν ψυχρότην]
ὁμοίως καὶ οἱ ἄρχοντες ἐνδύματα εἰς ῥοῦχα
τὰ ἔχουσιν κατὰ καιρὸν διὰ πολλὴν ψυχρότην·
ἀκμὴν καὶ τὸ ποδάρι µου, τὸ εὐτελές µου µέλος, 310
κἀκεῖνον Χρείαν ἐκτελεῖ κι αὐτό ᾽ν᾽ τετιµηµένον·
ἔχει το γὰρ ὁ χρυσοχὸς, συνάγει τὸ χρυσάφιν
καὶ τὸ ἀσήμιν τὸ ψιλὸν τὸ ἀπὸ ῥινισμάτων.“
ταῦτα εἰπόντος τοῦ λαγοῦ, ἐντράπη ἡ ἀλώπηξ,
ἐξέβην καὶ ἐστάθηκεν µέσον τοῦ συνεδρίου· 315
ἀκούσασα ἡ ἔλαφος λαγοῦ τὴν καυχησίαν,
πηδηµατίτσιν ἔποικεν ἔμορφον παρὰ πάντας,
καὶ εἰς τὸ µέσον ἔμπηκεν, ἐστάθην παῤῥησίᾳ,
ἄφοβος ἀναντίῤῥητος, μὴ ἔχουσα δειλίαν,
ἀλλὰ καὶ χοῖρος ὁ κυμπὸς ἅμα σὺν τῇ ἐλάφῳ. 320
ἡ ἔλαφος ἀπήρξατο, τοιούτους λόγους εἶπεν
„φλυαροκόπε λαγωὲ, τί ἓν τὸ τζαμπουνίζεις;
καυχᾶσαι εἰς τὰ κρέη σου καὶ εἰς τὰ δέρµατά σου;
νὰ σὲ εἰπῶ λοιπὸν ἐγὼ ὅσα καὶ ἂν θυμοῦμαι,
τὰ δ᾽ ἄλλα ἀπομένοντα νὰ σὲ τὰ εἰπῆ ὁ χοῖρος. 325
δυόδοντε, κακόδοντε, σαλὲ, σπιθαµογένη,
καὶ µεγαλαύτη, γαμησᾶ, καὶ κλαδοτρυπολόγε,
ταὐτιά σου καὶ ὁ κῶλός σου πάντα τσιμούρια γέµουν.
καίει σε καὶ ὁ ἥλιος δι᾽ ὅλης τῆς ἡμέρας·
τὴν νύκταν µόνον περπατεῖς, δαιμόνων τάξιν ἔχεις· 330
καὶ ἂν ἀκούσης τίποτες μικρὸν κτύπον ὀμπρός σου,
κλαδὶν ἢ χόρτον νὰ σειστῇ ἢ μυῖγα νὰ πετάσῃ,