Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/75

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΡΓΟΝΑΥΤΙΚΩΝ Β

μῆλα, τά τ’ ἐξ Ἀμύκοιο λεηλασίης ἐκόμισσαν.
αὐτὰρ ἐπεὶ μέγα δόρπον ἐνὶ μεγάροισιν ἔθεντο,
δαίνυνθ’ ἑζόμενοι· σὺν δέ σφισι δαίνυτο Φινεὺς 305
ἁρπαλέως, οἷόν τ’ ἐν ὀνείρασι θυμὸν ἰαίνων.
ἔνθα δ’, ἐπεὶ δόρποιο κορέσσαντ’ ἠδὲ ποτῆτος,
παννύχιοι Βορέω μένον υἱέας ἐγρήσσοντες.
αὐτὸς δ’ ἐν μέσσοισι παρ’ ἐσχάρῃ ἧστο γεραιὸς
πείρατα ναυτιλίης ἐνέπων ἄνυσίν τε κελεύθου· 310
«Κλῦτέ νυν. οὐ μὲν πάντα πέλει θέμις ὔμμι δαῆναι
ἀτρεκές· ὅσσα δ’ ὄρωρε θεοῖς φίλον, οὐκ ἐπικεύσω.
ἀασάμην καὶ πρόσθε Διὸς νόον ἀφραδίῃσιν
χρείων ἑξείης τε καὶ ἐς τέλος. ὧδε γὰρ αὐτὸς
βούλεται ἀνθρώποις ἐπιδευέα θέσφατα φαίνειν 315
μαντοσύνης, ἵνα καί τι θεῶν χατέωσι νόοιο.
Πέτρας μὲν πάμπρωτον, ἀφορμηθέντες ἐμεῖο,
Κυανέας ὄψεσθε δύω ἁλὸς ἐν ξυνοχῇσιν,
τάων οὔτινά φημι διαμπερὲς ἐξαλέασθαι.
οὐ γάρ τε ῥίζῃσιν ἐρήρεινται νεάτῃσιν, 320
ἀλλὰ θαμὰ ξυνίασιν ἐναντίαι ἀλλήλῃσιν
εἰς ἕν, ὕπερθε δὲ πολλὸν ἁλὸς κορθύεται ὕδωρ
βρασσόμενον· στρηνὲς δὲ περὶ στυφελῇ βρέμει ἀκτῇ.
τῶ νῦν ἡμετέρῃσι παραιφασίῃσι πίθεσθε,
εἰ ἐτεὸν πυκινῷ τε νόῳ μακάρων τ’ ἀλέγοντες 325
πείρετε· μηδ’ αὔτως αὐτάγρετον οἶτον ὄλησθε
ἀφραδέως, ἢ θύνετ’ ἐπισπόμενοι νεότητι.
οἰωνῷ δὴ πρόσθε πελειάδι πειρήσασθαι
νηὸς ἄπο προμεθέντες ἐφιέμεν. ἢν δὲ δι’ αὐτῶν
πετράων πόντονδε σόη πτερύγεσσι δίηται, 330
μηκέτι δὴν μηδ’ αὐτοὶ ἐρητύεσθε κελεύθου,
ἀλλ’ εὖ καρτύναντες ἑαῖς ἐνὶ χερσὶν ἐρετμὰ

 312 ἀτρεκές Brunck : ἀτρεκέως codd. 316 χατέουσι L G 322 κορθύνεται Brunck 327 ἢ θύνετ’ Pariss. quattuor, schol. Par.: ἰθύνετ’ vulg. 328 πειρήσασθ[α/ε]ι L : πειρήσασθε vulg. 329 προμεθέντας ἐφίεμαι Madvig 332 ἀρτύναντες O. Schneider