Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/73

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΡΓΟΝΑΥΤΙΚΩΝ Β

Ζήτης, ἀσχαλόωντος ἑλὼν χερὶ χεῖρα γέροντος·
«Ἆ δείλ’, οὔτινά φημι σέθεν σμυγερώτερον ἄλλον
ἔμμεναι ἀνθρώπων. τί νύ τοι τόσα κήδε’ ἀνῆπται; 245
ἦ ῥα θεοὺς ὀλοῇσι παρήλιτες ἀφραδίῃσιν
μαντοσύνας δεδαώς; τῶ τοι μέγα μηνιόωσιν;
ἄμμι γε μὴν νόος ἔνδον ἀτύζεται ἱεμένοισιν
χραισμεῖν, εἰ δὴ πρόχνυ γέρας τόδε πάρθετο δαίμων
νῶιν. ἀρίζηλοι γὰρ ἐπιχθονίοισιν ἐνιπαὶ 250
ἀθανάτων. οὐδ’ ἂν πρὶν ἐρητύσαιμεν ἰούσας
Ἁρπυίας, μάλα περ λελιημένοι, ἔστ’ ἂν ὀμόσσῃς,
μὴ μὲν τοῖό γ’ ἕκητι θεοῖς ἀπὸ θυμοῦ ἔσεσθαι.»
Ὧς φάτο· τοῦ δ’ ἰθὺς κενεὰς ὁ γεραιὸς ἀνέσχεν
γλήνας ἀμπετάσας, καὶ ἀμείψατο τοῖσδ’ ἐπέεσσιν· 255
«Σίγα· μή μοι ταῦτα νόῳ ἔνι βάλλεο, τέκνον.
ἴστω Λητοῦς υἱός, ὅ με πρόφρων ἐδίδαξεν
μαντοσύνας· ἴστω δὲ δυσώνυμος, ἥ μ’ ἔλαχεν, κὴρ
καὶ τόδ’ ἐπ’ ὀφθαλμῶν ἀλαὸν νέφος, οἵ θ’ ὑπένερθεν
δαίμονες, οἳ μηδ’ ὧδε θανόντι περ εὐμενέοιεν, 260
ὡς οὔ τις θεόθεν χόλος ἔσσεται εἵνεκ’ ἀρωγῆς.»
Τὼ μὲν ἔπειθ’ ὅρκοισιν ἀλαλκέμεναι μενέαινον.
αἶψα δὲ κουρότεροι πεπονήατο δαῖτα γέροντι,
λοίσθιον Ἁρπυίῃσιν ἑλώριον· ἐγγύθι δ’ ἄμφω
στῆσαν, ἵνα ξιφέεσσιν ἐπεσσυμένας ἐλάσειαν. 265
καὶ δὴ τὰ πρώτισθ’ ὁ γέρων ἔψαυεν ἐδωδῆς·
αἱ δ’ ἄφαρ ἠύτ’ ἄελλαι ἀδευκέες, ἢ στεροπαὶ ὥς,
ἀπρόφατοι νεφέων ἐξάλμεναι ἐσσεύοντο
κλαγγῇ μαιμώωσαι ἐδητύος· οἱ δ’ ἐσιδόντες
ἥρωες μεσσηγὺς ἀνίαχον· αἱ δ’ ἅμ’ ἀυτῇ 270
πάντα καταβρόξασαι ὑπὲρ πόντοιο φέροντο
τῆλε παρέξ· ὀδμὴ δὲ δυσάσχετος αὖθι λέλειπτο.

244 σμυγερώτερον Ruhnken : στυγερώτερον codd.ἄλλων L G260 ὧδε Pariss, schol. Par.: οἵδε vulg. 271 καταβρόξασαι Struve : καταβρώξασαι codd.272 δυσάνσχετος J. A. Ernesti