Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/72

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΠΟΛΛΩΝΙΟΥ ΡΟΔΙΟΥ

ὑμεῖς ἀτρεκέως. ἔτι μοι νόος οἶδεν ἕκαστα
ᾗσι θεοπροπίῃσι. χάριν νύ τοι, ὦ ἄνα, Λητοῦς
υἱέ, καὶ ἀργαλέοισιν ἀνάπτομαι ἐν καμάτοισιν.
Ἱκεσίου πρὸς Ζηνός, ὅτις ῥίγιστος ἀλιτροῖς 215
ἀνδράσι, Φοίβου τ’ ἀμφὶ καὶ αὐτῆς εἵνεκεν Ἥρης
λίσσομαι, ᾗ περίαλλα θεῶν μέμβλεσθε κιόντες,
χραίσμετέ μοι, ῥύσασθε δυσάμμορον ἀνέρα λύμης,
μηδέ μ’ ἀκηδείῃσιν ἀφορμήθητε λιπόντες
αὔτως. οὐ γὰρ μοῦνον ἐπ’ ὀφθαλμοῖσιν Ἐρινὺς 220
λὰξ ἐπέβη, καὶ γῆρας ἀμήρυτον ἐς τέλος ἕλκω·
πρὸς δ’ ἔτι πικρότατον κρέμαται κακὸν ἄλλο κακοῖσιν
Ἅρπυιαι στόματός μοι ἀφαρπάζουσιν ἐδωδὴν
ἔκποθεν ἀφράστοιο καταΐσσουσαι ὄλεθρου.
ἴσχω δ’ οὔτινα μῆτιν ἐπίρροθον. ἀλλά κε ῥεῖα 225
αὐτὸς ἑὸν λελάθοιμι νόον δόρποιο μεμηλώς,
ἢ κείνας· ὧδ’ αἶψα διηέριαι ποτέονται.
τυτθὸν δ’ ἢν ἄρα δήποτ’ ἐδητύος ἄμμι λίπωσιν,
πνεῖ τόδε μυδαλέον τε καὶ οὐ τλητὸν μένος ὀδμῆς·
οὔ κέ τις οὐδὲ μίνυνθα βροτῶν ἄνσχοιτο πελάσσας, 230
οὐδ’ εἴ οἱ ἀδάμαντος ἐληλάμενον κέαρ εἴη.
ἀλλά με πικρὴ δῆτα καὶ ἄατος ἴσχει ἀνάγκη
μίμνειν καὶ μίμνοντα κακῇ ἐν γαστέρι θέσθαι.
τὰς μὲν θέσφατόν ἐστιν ἐρητῦσαι Βορέαο
υἱέας. οὐδ’ ὀθνεῖοι ἀλαλκήσουσιν ἐόντες, 235
εἰ δὴ ἐγὼν ὁ πρίν ποτ’ ἐπικλυτὸς ἀνδράσι Φινεὺς
ὄλβῳ μαντοσύνῃ τε, πατὴρ δέ με γείνατ’ Ἀγήνωρ·
τῶν δὲ κασιγνήτην, ὅτ’ ἐνὶ Θρῄκεσσιν ἄνασσον,
Κλειοπάτρην ἕδνοισιν ἐμὸν δόμον ἦγον ἄκοιτιν.»
 Ἴσκεν Ἀγηνορίδης· ἀδινὸν δ’ ἕλε κῆδος ἕκαστον 240
ἡρώων, πέρι δ’ αὖτε δύω υἷας Βορέαο.
δάκρυ δ’ ὀμορξαμένω σχεδὸν ἤλυθον, ὧδέ τ’ ἔειπεν

 217 ᾗ Brunk : ᾗς vulg.: οἷς Wellauer 226 ἑὸν Vat. unus, schol.: ἐμὸν vulg. 232 καὶ ἄατος ἴσχει Köchly : καὶ δατὸς ἴσχει L: καὶ δαιτὸς ἴσχει G : κατίσχει δαιτὸς Brunck 239 ἧκεν L