Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/47

Αυτή η σελίδα έχει εγκριθεί.
ΑΡΓΟΝΑΥΤΙΚΩΝ Α

Αἰσονίδης· οἱ δ’ ἄλλοι ὅπῃ καὶ ἔκυρσαν ἕκαστος,
Ἡρακλῆος ἄνευθεν, ὁ γὰρ παρὰ νηὶ λέλειπτο 855
αὐτὸς ἑκὼν παῦροί τε διακρινθέντες ἑταῖροι.
αὐτίκα δ’ ἄστυ χοροῖσι καὶ εἰλαπίνῃσι γεγήθει
καπνῷ κνισήεντι περίπλεον· ἔξοχα δ’ ἄλλων
ἀθανάτων Ἥρης υἷα κλυτὸν ἠδὲ καὶ αὐτὴν
Κύπριν ἀοιδῇσιν θυέεσσί τε μειλίσσοντο. 860
ἀμβολίη δ’ εἰς ἦμαρ ἀεὶ ἐξ ἤματος ἦεν
ναυτιλίης· δηρὸν δ’ ἂν ἐλίνυον αὖθι μένοντες,
εἰ μὴ ἀολλίσσας ἑτάρους ἀπάνευθε γυναικῶν
Ἡρακλέης τοίοισιν ἐνιπτάζων μετέειπεν·
«Δαιμόνιοι, πάτρης ἐμφύλιον αἷμ’ ἀποέργει 865
ἡμέας; ἦε γάμων ἐπιδευέες ἐνθάδ’ ἔβημεν
κεῖθεν, ὀνοσσάμενοι πολιήτιδας; αὖθι δ’ ἕαδεν
ναίοντας λιπαρὴν ἄροσιν Λήμνοιο ταμέσθαι;
οὐ μὰν εὐκλειεῖς γε σὺν ὀθνείῃσι γυναιξὶν
ἐσσόμεθ’ ὧδ’ ἐπὶ δηρὸν ἐελμένοι· οὐδέ τι κῶας 870
αὐτόματον δώσει τις ἑλὼν θεὸς εὐξαμένοισιν.
ἴομεν αὖτις ἕκαστοι ἐπὶ σφέα· τὸν δ’ ἐνὶ λέκτροις
Ὑψιπύλης εἰᾶτε πανήμερον, εἰσόκε Λῆμνον
παισὶν ἐσανδρώσῃ, μεγάλη τέ ἑ βάξις ἵκηται.»
Ὧς νείκεσσεν ὅμιλον· ἐναντία δ’ οὔ νύ τις ἔτλη 875
ὄμματ’ ἀνασχεθέειν, οὐδὲ προτιμυθήσασθαι·
ἀλλ’ αὔτως ἀγορῆθεν ἐπαρτίζοντο νέεσθαι
σπερχόμενοι. ταὶ δέ σφιν ἐπέδραμον, εὖτ’ ἐδάησαν.
ὡς δ’ ὅτε λείρια καλὰ περιβρομέουσι μέλισσαι
πέτρης ἐκχύμεναι σιμβληίδος, ἀμφὶ δὲ λειμὼν 880
ἑρσήεις γάνυται, ταὶ δὲ γλυκὺν ἄλλοτε ἄλλον
καρπὸν ἀμέργουσιν πεποτημέναι· ὧς ἄρα ταίγε
ἐνδυκὲς ἀνέρας ἀμφὶ κινυρόμεναι προχέοντο,

863 ἀολλίσσας Schaefer : ἀολλίσας vulg.869 μὲν ἐυκλειεῖς Hoelzlinus881 ἄλλοτε ἄλλον Vat. unus, Pariss. : ἄλλοτέ τ’ ἄλλον vulg. : ἄλλοτ’ ἐπ’ ἄλλον Rutgers882 ἀμέλγουσιν G883 ἐνδυκὲς Rutgers : ἐνδυκέως codd.