Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/31

Αυτή η σελίδα έχει εγκριθεί.
ΑΡΓΟΝΑΥΤΙΚΩΝ Α

δεῦρο βόας ἀγέληθεν ἐὺ κρίναντας ἐλάσσαι,
τόφρα κε νῆ’ ἐρύσαιμεν ἔσω ἁλός, ὅπλα δὲ πάντα
ἐνθέμενοι πεπάλαχθε κατὰ κληῖδας ἐρετμά.
τείως δ’ αὖ καὶ βωμὸν ἐπάκτιον Ἐμβασίοιο
θείομεν Ἀπόλλωνος, ὅ μοι χρείων ὑπέδεκτο 360
σημανέειν δείξειν τε πόρους ἁλός, εἴ κε θυηλαῖς
οὗ ἕθεν ἐξάρχωμαι ἀεθλεύων βασιλῆι.»
Ἦ ῥα, καὶ εἰς ἔργον πρῶτος τράπεθ’· οἱ δ’ ἐπανέσταν
πειθόμενοι· ἀπὸ δ’ εἵματ’ ἐπήτριμα νηήσαντο
λείῳ ἐπὶ πλαταμῶνι, τὸν οὐκ ἐπέβαλλε θάλασσα 365
κύμασι, χειμερίη δὲ πάλαι ἀποέκλυσεν ἅλμη.
νῆα δ’ ἐπικρατέως Ἄργου ὑποθημοσύνῃσιν
ἔζωσαν πάμπρωτον ἐυστρεφεῖ ἔνδοθεν ὅπλῳ
τεινάμενοι ἑκάτερθεν, ἵν’ εὖ ἀραροίατο γόμφοις
δούρατα καὶ ῥοθίοιο βίην ἔχοι ἀντιόωσαν. 370
σκάπτον δ’ αἶψα κατ’ εὖρος ὅσον περιβάλλετο χῶρον,
ἠδὲ κατὰ πρῴραν εἴσω ἁλὸς ὁσσάτιόν περ
ἑλκομένη χείρεσσιν ἐπιδραμέεσθαι ἔμελλεν.
αἰεὶ δὲ προτέρω χθαμαλώτερον ἐξελάχαινον
στείρης, ἐν δ’ ὁλκῷ ξεστὰς στορέσαντο φάλαγγας· 375
τὴν δὲ κατάντη κλῖναν ἐπὶ πρώτῃσι φάλαγξιν,
ὥς κεν ὀλισθαίνουσα δι’ αὐτάων φορέοιτο.
ὕψι δ’ ἄρ’ ἔνθα καὶ ἔνθα μεταστρέψαντες ἐρετμὰ
πήχυιον προύχοντα περὶ σκαλμοῖσιν ἔδησαν.
τῶν δ’ ἐναμοιβαδὶς αὐτοὶ ἐνέσταθεν ἀμφοτέρωθεν, 380
στέρνα θ’ ὁμοῦ καὶ χεῖρας ἐπήλασαν. ἐν δ’ ἄρα Τῖφυς
βήσαθ’, ἵν’ ὀτρύνειε νέους κατὰ καιρὸν ἐρύσσαι·
κεκλόμενος δ’ ἤυσε μάλα μέγα· τοὶ δὲ παρᾶσσον
ᾧ κράτεϊ βρίσαντες ἰῇ στυφέλιξαν ἐρωῇ
νειόθεν ἐξ ἕδρης, ἐπὶ δ’ ἐρρώσαντο πόδεσσιν 385

357 δὲ Merkel : τε codd.368 ἔκτοθεν Sanctamandus : ἔμπεδον vel ἐνδυκὲς fort. scribendum esse censuit Merkel371 χῶρον G : χῶρος vulg.372 πρῴραν εἴσω L 16 et coniecerat Brunck : πρώραν ἔσω L G : πρώραν ἔσσω vulg. : πρώειραν ἔσω Th. Bergk384 βρίσαντες ἰῇ Brunck : βρίσαντες μιῇ G Pariss. tres : βρίσαντε μιῇ vulg.