Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/28

Αυτή η σελίδα έχει εγκριθεί.
ΑΠΟΛΛΩΝΙΟΥ ΡΟΔΙΟΥ

δῦνεν ἄχος· σὺν δέ σφι πατὴρ ὀλοῷ ὑπὸ γήραι
ἐντυπὰς ἐν λεχέεσσι καλυψάμενος γοάασκεν.
αὐτὰρ ὁ τῶν μὲν ἔπειτα κατεπρήυνεν ἀνίας 265
θαρσύνων, δμώεσσι δ’ ἀρήια τεύχε’ ἀείρειν
πέφραδεν· οἱ δέ τε σῖγα κατηφέες ἠείροντο.
μήτηρ δ’ ὡς τὰ πρῶτ’ ἐπεχεύατο πήχεε παιδί,
ὧς ἔχετο κλαίουσ’ ἀδινώτερον, ἠύτε κούρη
οἰόθεν ἀσπασίως πολιὴν τροφὸν ἀμφιπεσοῦσα 270
μύρεται, ᾗ οὐκ εἰσὶν ἔτ’ ἄλλοι κηδεμονῆες,
ἀλλ’ ὑπὸ μητρυιῇ βίοτον βαρὺν ἡγηλάζει·
καί ἑ νέον πολέεσσιν ὀνείδεσιν ἐστυφέλιξεν,
τῇ δέ τ’ ὀδυρομένῃ δέδεται κέαρ ἔνδοθεν ἄτῃ,
οὐδ’ ἔχει ἐκφλύξαι τόσσον γόον, ὅσσον ὀρεχθεῖ· 275
ὧς ἀδινὸν κλαίεσκεν ἑὸν παῖδ’ ἀγκὰς ἔχουσα
Ἀλκιμέδη, καὶ τοῖον ἔπος φάτο κηδοσύνῃσιν·
«Αἴθ’ ὄφελον κεῖν’ ἦμαρ, ὅτ’ ἐξειπόντος ἄκουσα
δειλὴ ἐγὼ Πελίαο κακὴν βασιλῆος ἐφετμήν,
αὐτίκ’ ἀπὸ ψυχὴν μεθέμεν, κηδέων τε λαθέσθαι, 280
ὄφρ’ αὐτός με τεῇσι φίλαις ταρχύσαο χερσίν,
τέκνον ἐμόν· τὸ γὰρ οἶον ἔην ἔτι λοιπὸν ἐέλδωρ
ἐκ σέθεν, ἄλλα δὲ πάντα πάλαι θρεπτήρια πέσσω.
νῦν γε μὲν ἡ τὸ πάροιθεν Ἀχαιιάδεσσιν ἀγητὴ
δμωὶς ὅπως κενεοῖσι λελείψομαι ἐν μεγάροισιν, 285
σεῖο πόθῳ μινύθουσα δυσάμμορος, ᾧ ἔπι πολλὴν
ἀγλαΐην καὶ κῦδος ἔχον πάρος, ᾧ ἔπι μούνῳ
μίτρην πρῶτον ἔλυσα καὶ ὕστατον. ἔξοχα γάρ μοι
Εἰλείθυια θεὰ πολέος ἐμέγηρε τόκοιο.
ᾤ μοι ἐμῆς ἄτης· τὸ μὲν οὐδ’ ὅσον, οὐδ’ ἐν ὀνείρῳ 290
ὠισάμην, εἰ Φρίξος ἐμοὶ κακὸν ἔσσετ’ ἀλύξας.»
Ὧς ἥγε στενάχουσα κινύρετο· ταὶ δὲ γυναῖκες

267 οἱ δέ τε σῖγα La Roche : οἱ δὲ σῖγα codd.: οἱ δὲ τὰ σῖγα Merkel : οἱ δ’ ἄρα σῖγα Bernhardy273 καὶ ] ἥ coni. Köchly275 ὀρεκτεῖ Merkel276 πάιν Rzach285 κενεοῖσι Vat. unus, schol. Par. et coniecerat Huet : κεν ἑοῖσι vulg.γε λείψομαι G292 ταὶ δὲ ] τῇ δὲ coni. Wellauer