Οὐδὲ Φεραῖς Ἄδμητος ἐυρρήνεσσιν ἀνάσσων
μίμνεν ὑπὸ σκοπιὴν ὄρεος Χαλκωδονίοιο. 50
Οὐδ’ Ἀλόπῃ μίμνον πολυλήιοι Ἑρμείαο
υἱέες εὖ δεδαῶτε δόλους, Ἔρυτος καὶ Ἐχίων,
τοῖσι δ’ ἐπὶ τρίτατος γνωτὸς κίε νισσομένοισιν
Αἰθαλίδης· καὶ τὸν μὲν ἐπ’ Ἀμφρυσσοῖο ῥοῇσιν
Μυρμιδόνος κούρη Φθιὰς τέκεν Εὐπολέμεια· 55
τὼ δ’ αὖτ’ ἐκγεγάτην Μενετηίδος Ἀντιανείρης.
Ἤλυθε δ’ ἀφνειὴν προλιπὼν Γυρτῶνα Κόρωνος
Καινεΐδης, ἐσθλὸς μέν, ἑοῦ δ’ οὐ πατρὸς ἀμείνων.
Καινέα γὰρ ζῶόν περ ἔτι κλείουσιν ἀοιδοὶ
Κενταύροισιν ὀλέσθαι, ὅτε σφέας οἶος ἀπ’ ἄλλων 60
ἤλασ’ ἀριστήων· οἱ δ’ ἔμπαλιν ὁρμηθέντες
οὔτε μιν ἀγκλῖναι προτέρω σθένον, οὔτε δαΐξαι·
ἀλλ’ ἄρρηκτος ἄκαμπτος ἐδύσετο νειόθι γαίης,
θεινόμενος στιβαρῇσι καταΐγδην ἐλάτῃσιν.
Ἤλυθε δ’ αὖ Μόψος Τιταρήσιος, ὃν περὶ πάντων 65
Λητοΐδης ἐδίδαξε θεοπροπίας οἰωνῶν·
ἠδὲ καὶ Εὐρυδάμας Κτιμένου πάις· ἄγχι δὲ λίμνης
Ξυνιάδος Κτιμένην Δολοπηίδα ναιετάασκεν.
Καὶ μὴν Ἄκτωρ υἷα Μενοίτιον ἐξ Ὀπόεντος
ὦρσεν, ἀριστήεσσι σὺν ἀνδράσιν ὄφρα νέοιτο. 70
Εἵπετο δ’ Εὐρυτίων τε καὶ ἀλκήεις Ἐρυβώτης,
υἷες ὁ μὲν Τελέοντος, ὁ δ’ Ἴρου Ἀκτορίδαο·
ἤτοι ὁ μὲν Τελέοντος ἐυκλειὴς Ἐρυβώτης,
Ἴρου δ’ Εὐρυτίων. σὺν καὶ τρίτος ἦεν Ὀιλεύς,
ἔξοχος ἠνορέην καὶ ἐπαΐξαι μετόπισθεν 75
εὖ δεδαὼς δῄοισιν, ὅτε κλίνωσι φάλαγγας.
Αὐτὰρ ἀπ’ Εὐβοίης Κάνθος κίε, τόν ῥα Κάνηθος
πέμπεν Ἀβαντιάδης λελιημένον· οὐ μὲν ἔμελλεν
59 Καινέα γὰρ δὴ πρόσθεν ἔτι κλείουσιν schol. ad A 264: unde Καινέα γὰρ δὴ πρόσθεν ἐπικλείουσιν Herwerden61 ἀριστεύων Vat. unus, Pariss. quattuor62 ἀγκλῖναι L ex corr.: ἐγκλίναι G: ἐγκλῖναι vulg.