Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/17

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΓΕΝΟΣ ΑΠΟΛΛΩΝΙΟΥ
τοῦ ποιητοῦ τῶν Ἀργοναυτικῶν

 Ἀπολλώνιος ὁ τῶν Ἀργοναυτικῶν ποιητὴς τὸ μὲν γένος ἦν Ἀλεξανδρεύς, υἱὸς δὲ Σιλλέως ὡς δέ τινες Ἰλλέως, φυλῆς Πτολεμαΐδος. ἐγένετο δὲ ἐπὶ τῶν Πτολεμαίων, Καλλιμάχου μαθητής, τὸ μὲν πρῶτον συνὼν Καλλιμάχῳ τῷ ἰδίῳ διδασκάλῳ· ὀψὲ δὲ ἐπὶ τὸ ποιεῖν ποιήματα ἐτρέπετο. τοῦτον λέγεται ἔτι ἔφηβον ὄντα ἐπιδείξασθαι τὰ Ἀργοναυτικὰ καὶ κατεγνῶσθαι, μὴ φέροντα δὲ τὴν αἰσχύνην τῶν πολιτῶν καὶ τὸ ὄνειδος καὶ τὴν διαβολὴν τῶν ἄλλων ποιητῶν καταλιπεῖν τὴν πατρίδα καὶ μετεληλυθέναι εἰς Ῥόδον, κἀκεῖ αὐτὰ ἐπιξέσαι καὶ ὀρθῶσαι καὶ οὕτως ἐπιδείξασθαι καὶ ὑπερευδοκιμῆσαι· διὸ καὶ Ῥόδιον ἑαυτὸν ἐν τοῖς ποιήμασιν ἀναγράφει. ἐπαίδευσε δὲ λαμπρῶς ἐν αὐτῇ καὶ τῆς Ῥοδίων πολιτείας καὶ τιμῆς ἠξιώθη.

ΑΠΟΛΛΩΝΙΟΥ ΒΙΟΣ

 Ἀπολλώνιος ὁ ποιητὴς τὸ μὲν γένος ἦν Ἀλεξανδρεύς, πατρὸς δὲ Σιλλέως, ἤτοι Ἰλλέως, μητρὸς δὲ Ῥόδης. οὗτος ἐμαθήτευσε Καλλιμάχῳ ἐν Ἀλεξανδρείᾳ ὄντι γραμματικῷ, καὶ συντάξας ταῦτα τὰ ποιήματα ἐπεδείξατο. σφόδρα δὲ ἀποτυχὼν καὶ ἐρυθριάσας παρεγένετο ἐν τῇ Ῥόδῳ κἀκεῖ ἐπολιτεύσατο καὶ σοφιστεύει ῥητορικοὺς λόγους, ὅθεν αὐτὸν καὶ Ῥόδιον ἀποκαλεῖν βούλονται. ἐνταῦθα τοίνυν διάγων καὶ ἐπιξέσας αὑτοῦ τὰ ποιήματα, εἶτα ἐπιδειξάμενος σφόδρα εὐδοκίμησεν, ὡς καὶ τῆς Ῥοδίων ἀξιωθῆναι πολιτείας καὶ τιμῆς. τινὲς δέ φασιν ὅτι ἐπανῆλθεν ἐν Ἀλεξανδρείᾳ καὶ αὖτις ἐκεῖσε ἐπιδειξάμενος εἰς ἄκρον εὐδοκίμησεν, ὡς καὶ τῶν βιβλιοθηκῶν τοῦ μουσείου ἀξιωθῆναι αὐτὸν καὶ ταφῆναι δὲ σὸν αὐτῷ τῷ Καλλιμάχῳ.

ΕΚ ΤΩΝ ΣΟΥΙΔΑ

 Ἀπολλώνιος Ἀλεξανδρεύς, ἐπῶν ποιητής, διατρίψας ἐν Ῥόδῳ υἱὸς Σιλλέως, μαθητὴς Καλλιμάχου, σύγχρονος Ἐρατοσθένους καὶ Τιμάρχου, ἐπὶ Πτολεμαίου τοῦ Εὐεργέτου ἐπικληθέντος, καὶ διάδοχος Ἐρατοσθένους γενόμενος ἐν τῇ προστασίᾳ τῆς ἐν Ἀλεξανδρείᾳ βιβλιοθήκης.

5 ἐνδείξασθαι L 8 κατεληλυθέναι L 9 ἐνδείξασθαι L 10 ἐπαίδευσέ τε L 18 αὐτοῦ L ἐπιδεξάμενος L