Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/168

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΠΟΛΛΩΝΙΟΥ ΡΟΔΙΟΥ

οἷος Μηδείῃ στυγερὴν φρεσὶν ἔμβαλες ἄτην.
πῶς γὰρ δὴ μετιόντα κακῷ ἐδάμασσεν ὀλέθρῳ 450
Ἄψυρτον; τὸ γὰρ ἧμιν ἐπισχερὼ ἦεν ἀοιδῆς.
Ἦμος ὅτ’ Ἀρτέμιδος νήσῳ ἔνι τήνγ’ ἐλίποντο
συνθεσίῃ, τοὶ μέν ῥα διάνδιχα νηυσὶν ἔκελσαν
σφωιτέραις κρινθέντες· ὁ δ’ ἐς λόχον ᾖεν Ἰήσων
δέγμενος Ἄψυρτόν τε καὶ οὓς ἐξαῦτις ἑταίρους. 455
αὐτὰρ ὅγ’ αἰνοτάτῃσιν ὑποσχεσίῃσι δολωθεὶς
καρπαλίμως ᾗ νηὶ διὲξ ἁλὸς οἶδμα περήσας,
νύχθ’ ὕπο λυγαίην ἱερῆς ἐπεβήσατο νήσου·
οἰόθι δ’ ἀντικρὺ μετιὼν πειρήσατο μύθοις
εἷο κασιγνήτης, ἀταλὸς πάις οἷα χαράδρης 460
χειμερίης, ἣν οὐδὲ δι’ αἰζηοὶ περόωσιν,
εἴ κε δόλον ξείνοισιν ἐπ’ ἀνδράσι τεχνήσαιτο.
καὶ τὼ μὲν τὰ ἕκαστα συνῄνεον ἀλλήλοισιν·
αὐτίκα δ’ Αἰσονίδης πυκινοῦ ἐξᾶλτο λόχοιο,
γυμνὸν ἀνασχόμενος παλάμῃ ξίφος· αἶψα δὲ κούρη 465
ἔμπαλιν ὄμματ’ ἔνεικε, καλυψαμένη ὀθόνῃσιν,
μὴ φόνον ἀθρήσειε κασιγνήτοιο τυπέντος.
τὸν δ’ ὅγε, βουτύπος ὥστε μέγαν κερεαλκέα ταῦρον,
πλῆξεν ὀπιπεύσας νηοῦ σχεδόν, ὅν ποτ’ ἔδειμαν
Ἀρτέμιδι Βρυγοὶ περιναιέται ἀντιπέρηθεν. 470
τοῦ ὅγ’ ἐνὶ προδόμῳ γνὺξ ἤριπε· λοίσθια δ’ ἥρως
θυμὸν ἀναπνείων χερσὶν μέλαν ἀμφοτέρῃσιν
αἷμα κατ’ ὠτειλὴν ὑποΐσχετο· τῆς δὲ καλύπτρην
ἀργυφέην καὶ πέπλον ἀλευομένης ἐρύθηνεν.
ὀξὺ δὲ πανδαμάτωρ λοξῷ ἴδεν οἷον ἔρεξαν 475
ὄμματι νηλειὴς ὀλοφώιον ἔργον Ἐρινύς.
ἥρως δ’ Αἰσονίδης ἐξάργματα τάμνε θανόντος,
τρὶς δ’ ἀπέλειξε φόνου, τρὶς δ’ ἐξ ἄγος ἔπτυσ’ ὀδόντων,

 458 ἐπεβήσατο G Vatt. duo: ἐπεβήσετο vulg. 459 πειρήσατο L: πειρήσαιτο G 464 ἐξᾶλτο Brunck: ἐπᾶλτο codd. 469 ὀπιπεύσας L ex corr. 470 Βρυσοὶ schol. Per. 474 ἀργυφέην Vatt. duo, vulg.: ἀργυρέην L G