σῇ πάθον ἀτροπίῃ. τὰ μὲν οὐ θέμις ἀκράαντα
ἐν γαίῃ πεσέειν. μάλα γὰρ μέγαν ἤλιτες ὅρκον,
νηλεές· ἀλλ’ οὔ θήν μοι ἐπιλλίζοντες ὀπίσσω
δὴν ἔσσεσθ’ εὔκηλοι ἕκητί γε συνθεσιάων.» 390
Ὧς φάτ’ ἀναζείουσα βαρὺν χόλον· ἵετο δ’ ἥγε
νῆα καταφλέξαι, διά τ’ ἔμπεδα πάντα κεάσσαι,
ἐν δὲ πεσεῖν αὐτὴ μαλερῷ πυρί. τοῖα δ’ Ἰήσων
μειλιχίοις ἐπέεσσιν ὑποδδείσας προσέειπεν·
«Ἴσχεο, δαιμονίη· τὰ μὲν ἁνδάνει οὐδ’ ἐμοὶ αὐτῷ. 395
ἀλλά τιν’ ἀμβολίην διζήμεθα δηιοτῆτος,
ὅσσον δυσμενέων ἀνδρῶν νέφος ἀμφιδέδηεν
εἵνεκα σεῦ. πάντες γάρ, ὅσοι χθόνα τήνδε νέμονται,
Ἀψύρτῳ μεμάαασιν ἀμυνέμεν, ὄφρα σε πατρί,
οἷά τε ληισθεῖσαν, ὑπότροπον οἴκαδ’ ἄγοιντο. 400
αὐτοὶ δὲ στυγερῷ κεν ὀλοίμεθα πάντες ὀλέθρῳ,
μίξαντες δαῒ χεῖρας· ὅ τοι καὶ ῥίγιον ἄλγος
ἔσσεται, εἴ σε θανόντες ἕλωρ κείνοισι λίποιμεν.
ἥδε δὲ συνθεσίη κρανέει δόλον, ᾧ μιν ἐς ἄτην
βήσομεν. οὐδ’ ἂν ὁμῶς περιναιέται ἀντιόωσιν 405
Κόλχοις ἦρα φέροντες ὑπὲρ σέο νόσφιν ἄνακτος,
ὅς τοι ἀοσσητήρ τε κασίγνητός τε τέτυκται·
οὐδ’ ἂν ἐγὼ Κόλχοισιν ὑπείξω μὴ πολεμίζειν
ἀντιβίην, ὅτε μή με διὲξ εἰῶσι νέεσθαι.»
Ἴσκεν ὑποσσαίνων· ἡ δ’ οὐλοὸν ἔκφατο μῦθον· 410
«Φράζεο νῦν. χρειὼ γὰρ ἀεικελίοισιν ἐπ’ ἔργοις
καὶ τόδε μητίσασθαι, ἐπεὶ τὸ πρῶτον ἀάσθην
ἀμπλακίῃ, θεόθεν δὲ κακὰς ἤνυσσα μενοινάς.
τύνη μὲν κατὰ μῶλον ἀλέξεο δούρατα Κόλχων·
αὐτὰρ ἐγὼ κεῖνόν γε τεὰς ἐς χεῖρας ἱκέσθαι 415
390 ἔσσεσθ’ Vatt. duo: ἔσσεσθ[αι/ε] L: ἔσσεσθαι G391 ἀναζείουσα Ruhnken: ἀνιάζουσα codd.400 ἄγοιτο Paris. unus405 ἀντιόωσι G vulg.: ἀντιόωντες L408 ὑπείξω μὴ πολεμίζειν Gerhard: ὑπείξομαι πτολεμίξειν L: ὑπείξωμαι πτολεμίζειν G409 διὲξ εἰῶσι Gerhard: διεξίωσι L G