Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/165

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΡΓΟΝΑΥΤΙΚΩΝ Δ

χρειοῖ ἐνισχόμενος; ποῦ τοι Διὸς Ἱκεσίοιο
ὅρκια, ποῦ δὲ μελιχραὶ ὑποσχεσίαι βεβάασιν;
ᾗς ἐγὼ οὐ κατὰ κόσμον ἀναιδήτῳ ἰότητι 360
πάτρην τε κλέα τε μεγάρων αὐτούς τε τοκῆας
νοσφισάμην, τά μοι ἦεν ὑπέρτατα· τηλόθι δ’ οἴη
λυγρῇσιν κατὰ πόντον ἅμ’ ἀλκυόνεσσι φορεῦμαι
σῶν ἕνεκεν καμάτων, ἵνα μοι σόος ἀμφί τε βουσὶν
ἀμφί τε γηγενέεσσιν ἀναπλήσειας ἀέθλους. 365
ὕστατον αὖ καὶ κῶας, ἐπεί τ’ ἐπαϊστὸν ἐτύχθη,
εἷλες ἐμῇ ματίῃ· κατὰ δ’ οὐλοὸν αἶσχος ἔχευα
θηλυτέραις. τῶ φημὶ τεὴ κούρη τε δάμαρ τε
αὐτοκασιγνήτη τε μεθ’ Ἑλλάδα γαῖαν ἕπεσθαι.
πάντῃ νυν πρόφρων ὑπερίστασο, μηδέ με μούνην 370
σεῖο λίπῃς ἀπάνευθεν, ἐποιχόμενος βασιλῆας.
ἀλλ’ αὔτως εἴρυσο· δίκη δέ τοι ἔμπεδος ἔστω
καὶ θέμις, ἣν ἄμφω συναρέσσαμεν· ἢ σύγ’ ἔπειτα
φασγάνῳ αὐτίκα τόνδε μέσον διὰ λαιμὸν ἀμῆσαι,
ὄφρ’ ἐπίηρα φέρωμαι ἐοικότα μαργοσύνῃσιν. 375
σχετλίη, εἴ κεν δή με κασιγνήτοιο δικάσσῃ
ἔμμεναι οὗτος ἄναξ, τῷ ἐπίσχετε τάσδ’ ἀλεγεινὰς
ἄμφω συνθεσίας. πῶς ἵξομαι ὄμματα πατρός;
ἦ μάλ’ ἐυκλειής; τίνα δ’ οὐ τίσιν, ἠὲ βαρεῖαν
ἄτην οὐ σμυγερῶς δεινῶν ὕπερ, οἷα ἔοργα, 380
ὀτλήσω; σὺ δέ κεν θυμηδέα νόστον ἕλοιο;
μὴ τόγε παμβασίλεια Διὸς τελέσειεν ἄκοιτις,
ᾗ ἐπικυδιάεις. μνήσαιο δέ καί ποτ’ ἐμεῖο,
στρευγόμενος καμάτοισι· δέρος δέ τοι ἶσον ὀνείροις
οἴχοιτ’ εἰς ἔρεβος μεταμώνιον. ἐκ δέ σε πάτρης 385
αὐτίκ’ ἐμαί σ’ ἐλάσειαν Ἐρινύες· οἷα καὶ αὐτὴ

366 ἐπεί τ’ ἐπαϊστὸν] ἐφ’ ᾧ πλόος ὔμμιν Pariss.370 νυν G: νῦν vulg.πρόφρων Hartung: προφέρων codd.371 βασιλῆας Pariss. quattuor: βασιλῆος vulg.376 σχετλίη Hermann: σχέτλιε codd.379 ἦ μάλ’ ἐυκλειής; anon. apud Wellauer: ἠὲ μάλ’ ἐυκλειής; codd.381 σὺ δέ κεν coni. Wellauer: oὐδέ κε … c. ras. L: oὐ δή κε G: oὔ κεν vulg.