Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/163

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΡΓΟΝΑΥΤΙΚΩΝ Δ

οὔρεα Παφλαγόνων θηεύμενοι. οὐδὲ Κάραμβιν 300
γνάμψαν, ἐπεὶ πνοιαί τε καὶ οὐρανίου πυρὸς αἴγλη
μεῖνεν, ἕως Ἴστροιο μέγαν ῥόον εἰσαφίκοντο.
Κόλχοι δ’ αὖτ’ ἄλλοι μέν, ἐτώσια μαστεύοντες,
Κυανέας Πόντοιο διὲκ πέτρας ἐπέρησαν·
ἄλλοι δ’ αὖ ποταμὸν μετεκίαθον, οἷσιν ἄνασσεν 305
Ἄψυρτος, Καλὸν δὲ διὰ στόμα πεῖρε λιασθείς.
τῶ καὶ ὑπέφθη τούσγε βαλὼν ὕπερ αὐχένα γαίης
κόλπον ἔσω πόντοιο πανέσχατον Ἰονίοιο.
Ἴστρῳ γάρ τις νῆσος ἐέργεται οὔνομα Πεύκη,
τριγλώχιν, εὖρος μὲν ἐς αἰγιαλοὺς ἀνέχουσα, 310
στεινὸν δ’ αὖτ’ ἀγκῶνα ποτὶ ῥόον· ἀμφὶ δὲ δοιαὶ
σχίζονται προχοαί. τὴν μὲν καλέουσι Νάρηκος·
τὴν δ’ ὑπὸ τῇ νεάτῃ, Καλὸν στόμα. τῇ δὲ διαπρὸ
Ἄψυρτος Κόλχοι τε θοώτερον ὡρμήθησαν·
οἱ δ’ ὑψοῦ νήσοιο κατ’ ἀκροτάτης ἐνέοντο 315
τηλόθεν. εἱαμενῇσι δ’ ἐν ἄσπετα πώεα λεῖπον
ποιμένες ἄγραυλοι νηῶν φόβῳ, οἷά τε θῆρας
ὀσσόμενοι πόντου μεγακήτεος ἐξανιόντας.
οὐ γάρ πω ἁλίας γε πάρος ποθὶ νῆας ἴδοντο,
οὔτ’ οὖν Θρήιξιν μιγάδες Σκύθαι, οὐδὲ Σίγυννοι, 320
οὔτ’ οὖν Γραυκένιοι, οὔθ’ οἱ περὶ Λαύριον ἤδη
Σίνδοι ἐρημαῖον πεδίον μέγα ναιετάοντες.
αὐτὰρ ἐπεί τ’ Ἄγγουρον ὄρος, καὶ ἄπωθεν ἐόντα
Ἀγγούρου ὄρεος σκόπελον πάρα Καυλιακοῖο,
ᾧ πέρι δὴ σχίζων Ἴστρος ῥόον ἔνθα καὶ ἔνθα 325
βάλλει ἁλός, πεδίον τε τὸ Λαύριον ἠμείψαντο,
δή ῥα τότε Κρονίην Κόλχοι ἅλαδ’ ἐκπρομολόντες
πάντῃ, μή σφε λάθοιεν, ὑπετμήξαντο κελεύθους.
οἱ δ’ ὄπιθεν ποταμοῖο κατήλυθον, ἐκ δ’ ἐπέρησαν

302 μίμνεν G:308 παρέσχατον L a m. p. G312 καλέουσι Νάρηκος Hoelzlinus: καλέουσιν ἄρηκος vulg.316 εἱαμενῇσι Vat. unus: εἱαμεναῖσι vulg.323 ἐπεί τ’ Stephanus: ἔπείτ’ L G324 Καυκασίοιο L a m. p. G326 τὸ Λαύριον Pariss. quattuor: ταλαύριον vulg.