Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/145

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΡΓΟΝΑΥΤΙΚΩΝ Γ

αὐτὰρ ὁ τοῖς πάντεσσι μετέννεπε δήνεα κούρης,
δεῖξέ τε φάρμακον αἰνόν· ὁ δ’ οἰόθεν οἶος ἑταίρων
Ἴδας ἧστ’ ἀπάνευθε δακὼν χόλον· οἱ δὲ δὴ ἄλλοι 1170
γηθόσυνοι τῆμος μέν, ἐπεὶ κνέφας ἔργαθε νυκτός,
εὔκηλοι ἐμέλοντο περὶ σφίσιν. αὐτὰρ ἅμ’ ἠοῖ
πέμπον ἐς Αἰήτην ἰέναι σπόρον αἰτήσοντας
ἄνδρε δύω, πρὸ μὲν αὐτὸν ἀρηίφιλον Τελαμῶνα,
σὺν δὲ καὶ Αἰθαλίδην, υἷα κλυτὸν Ἑρμείαο. 1175
βὰν δ’ ἴμεν, οὐδ’ ἁλίωσαν ὁδόν· πόρε δέ σφιν ἰοῦσιν
κρείων Αἰήτης χαλεποὺς ἐς ἄεθλον ὀδόντας
Ἀονίοιο δράκοντος, ὃν Ὠγυγίῃ ἐνὶ Θήβῃ
Κάδμος, ὅτ’ Εὐρώπην διζήμενος εἰσαφίκανεν,
πέφνεν Ἀρητιάδι κρήνῃ ἐπίουρον ἐόντα· 1180
ἔνθα καὶ ἐννάσθη πομπῇ βοός, ἥν οἱ Ἀπόλλων
ὤπασε μαντοσύνῃσι προηγήτειραν ὁδοῖο.
τοὺς δὲ θεὰ Τριτωνὶς ὑπὲκ γενύων ἐλάσασα
Αἰήτῃ πόρε δῶρον ὁμῶς αὐτῷ τε φονῆι.
καί ῥ’ ὁ μὲν Ἀονίοισιν ἐνισπείρας πεδίοισιν 1185
Κάδμος Ἀγηνορίδης γαιηγενῆ εἵσατο λαόν,
Ἄρεος ἀμώοντος ὅσοι ὑπὸ δουρὶ λίποντο·
τοὺς δὲ τότ’ Αἰήτης ἔπορεν μετὰ νῆα φέρεσθαι
προφρονέως, ἐπεὶ οὔ μιν ὀίσσατο πείρατ’ ἀέθλου
ἐξανύσειν, εἰ καί περ ἐπὶ ζυγὰ βουσὶ βάλοιτο. 1190
Ἠέλιος μὲν ἄπωθεν ἐρεμνὴν δύετο γαῖαν
ἑσπέριος, νεάτας ὑπὲρ ἄκριας Αἰθιοπήων·
Νὺξ δ’ ἵπποισιν ἔβαλλεν ἔπι ζυγά· τοὶ δὲ χαμεύνας
ἔντυον ἥρωες παρὰ πείσμασιν. αὐτὰρ Ἰήσων
αὐτίκ’ ἐπεί ῥ’ Ἑλίκης εὐφεγγέος ἀστέρες Ἄρκτου 1195
ἔκλιθεν, οὐρανόθεν δὲ πανεύκηλος γένετ’ αἰθήρ,
βῆ ῥ’ ἐς ἐρημαίην, κλωπήιος ἠύτε τις φώρ,

1172 ἐμέλοντο Pariss. unus, schol. Par.: μέλλοντο vulg.1180 Ἀρητιάδι Pariss. tres: Ἀρητιάδῃ vulg.1186 γαιηγενῆ G vulg.: γεηγενῆ L: ἐπὶ γηγενῆ΄Pariss.εἰσατο L G1187 ἀμώωντος coni. Merkel