Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/131

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΡΓΟΝΑΥΤΙΚΩΝ Γ

λήσομαι ἐντύνουσα ὑπόσχεσιν· ἦρι δὲ νηὸν
οἴσομαι εἰς Ἑκάτης θελκτήρια φάρμακα ταύρων.» 738
Ὧς ἥγ’ ἐκ θαλάμοιο πάλιν κίε, παισί τ’ ἀρωγὴν 740
αὐτοκασιγνήτης διεπέφραδε. τὴν δέ μιν αὖτις
αἰδώς τε στυγερόν τε δέος λάβε μουνωθεῖσαν,
τοῖα παρὲξ οὗ πατρὸς ἐπ’ ἀνέρι μητιάασθαι.
Νὺξ μὲν ἔπειτ’ ἐπὶ γαῖαν ἄγεν κνέφας· οἱ δ’ ἐνὶ πόντῳ
ναῦται εἰς Ἑλίκην τε καὶ ἀστέρας Ὠρίωνος 745
ἔδρακον ἐκ νηῶν· ὕπνοιο δὲ καί τις ὁδίτης
ἤδη καὶ πυλαωρὸς ἐέλδετο· καί τινα παίδων
μητέρα τεθνεώτων ἀδινὸν περὶ κῶμ’ ἐκάλυπτεν·
οὐδὲ κυνῶν ὑλακὴ ἔτ’ ἀνὰ πτόλιν, οὐ θρόος ἦεν
ἠχήεις· σιγὴ δὲ μελαινομένην ἔχεν ὄρφνην. 750
ἀλλὰ μάλ’ οὐ Μήδειαν ἐπὶ γλυκερὸς λάβεν ὕπνος.
πολλὰ γὰρ Αἰσονίδαο πόθῳ μελεδήματ’ ἔγειρεν
δειδυῖαν ταύρων κρατερὸν μένος, οἷσιν ἔμελλεν
φθίσθαι ἀεικελίῃ μοίρῃ κατὰ νειὸν Ἄρηος.
πυκνὰ δέ οἱ κραδίη στηθέων ἔντοσθεν ἔθυιεν, 755
ἠελίου ὥς τίς τε δόμοις ἐνιπάλλεται αἴγλη
ὕδατος ἐξανιοῦσα, τὸ δὴ νέον ἠὲ λέβητι
ἠέ που ἐν γαυλῷ κέχυται· ἡ δ’ ἔνθα καὶ ἔνθα
ὠκείῃ στροφάλιγγι τινάσσεται ἀίσσουσα·
ὧς δὲ καὶ ἐν στήθεσσι κέαρ ἐλελίζετο κούρης. 760
δάκρυ δ’ ἀπ’ ὀφθαλμῶν ἐλέῳ ῥέεν· ἔνδοθι δ’ αἰεὶ
τεῖρ’ ὀδύνη σμύχουσα διὰ χροός, ἀμφί τ’ ἀραιὰς
ἶνας καὶ κεφαλῆς ὑπὸ νείατον ἰνίον ἄχρις,
ἔνθ’ ἀλεγεινότατον δύνει ἄχος, ὁππότ’ ἀνίας
ἀκάματοι πραπίδεσσιν ἐνισκίμψωσιν Ἔρωτες. 765

738 [ἐι/οἴ]σομαι Lpost h.v. add. schol. pro v.l. οἰσομένη ξείνῳ ὑπὲρ οὗ τόδε νεῖκος ὅρωρε quem versum in orrdinem redegit Brunck741 μιν αὖτις Brunck: μιν αὖθις codd.: μάλ’ αὖτις et μεταῦτις coniecisse quosdam monet Merkel745 ναυτίλοι Porson748 τεθνεώτων Stephanus: τεθνειώτων L G: τεθναότων Rzach753 δειδιυῖαν coni. Monro 755 ἔθνεν G756 δοκοῖς Knaak762 θ’ ἁραιάς G