αὔτανδρον φλέξειν δόρυ νήιον, ὄφρ’ ἀλεγεινὴν
ὕβριν ἀποφλύξωσιν ὑπέρβια μηχανόωντες.
οὐδὲ γὰρ Αἰολίδην Φρίξον μάλα περ χατέοντα
δέχθαι ἐνὶ μεγάροισιν ἐφέστιον, ὃς περὶ πάντων 585
ξείνων μελιχίῃ τε θεουδείῃ τ’ ἐκέκαστο,
εἰ μή οἱ Ζεὺς αὐτὸς ἀπ’ οὐρανοῦ ἄγγελον ἧκεν
Ἑρμείαν, ὥς κεν προσκηδέος ἀντιάσειεν·
μὴ καὶ ληιστῆρας ἑὴν ἐς γαῖαν ἰόντας
ἔσσεσθαι δηναιὸν ἀπήμονας, οἷσι μέμηλεν 590
ὀθνείοις ἐπὶ χεῖρα ἑὴν κτεάτεσσιν ἀείρειν,
κρυπταδίους τε δόλους τεκταινέμεν, ἠδὲ βοτήρων
αὔλια δυσκελάδοισιν ἐπιδρομίῃσι δαΐξαι.
νόσφι δὲ οἷ αὐτῷ φάτ’ ἐοικότα μείλια τίσειν
υἱῆας Φρίξοιο, κακορρέκτῃσιν ὀπηδοὺς 595
ἀνδράσι νοστήσαντας ὁμιλαδόν, ὄφρα ἑ τιμῆς
καὶ σκήπτρων ἐλάσειαν ἀκηδέες· ὥς ποτε βάξιν
λευγαλέην οὗ πατρὸς ἐπέκλυεν Ἠελίοιο,
χρειώ μιν πυκινόν τε δόλον βουλάς τε γενέθλης
σφωιτέρης ἄτην τε πολύτροπον ἐξαλέασθαι· 600
τῶ καὶ ἐελδομένους πέμπειν ἐς Ἀχαιίδα γαῖαν
πατρὸς ἐφημοσύνῃ, δολιχὴν ὁδόν. οὐδὲ θυγατρῶν
εἶναί οἱ τυτθόν γε δέος, μή πού τινα μῆτιν
φράσσωνται στυγερήν, οὐδ’ υἱέος Ἀψύρτοιο·
ἀλλ’ ἐνὶ Χαλκιόπης γενεῇ τάδε λυγρὰ τετύχθαι. 605
καί ῥ’ ὁ μὲν ἄσχετα ἔργα πιφαύσκετο δημοτέροισιν
χωόμενος· μέγα δέ σφιν ἀπείλεε νῆά τ’ ἔρυσθαι
ἠδ’ αὐτούς, ἵνα μήτις ὑπὲκ κακότητος ἀλύξῃ.
Τόφρα δὲ μητέρ’ ἑήν, μετιὼν δόμον Αἰήταο,
Ἄργος παντοίοισι παρηγορέεσκ’ ἐπέεσσιν, 610
Μήδειαν λίσσεσθαι ἀμυνέμεν· ἡ δὲ καὶ αὐτὴ
πρόσθεν μητιάασκε· δέος δέ μιν ἴσχανε θυμόν,
594 νόσφι δὲ οἷ Brunck: νόσφιν δ’ οἷ vulg.599 χρειώ Vatt. tres, L a m. s.: χρῆναι vulg.601 κε ἐλδομένους L: κε καὶ ἐελδομένους Gπέμπειν L G608 ὑπὲκ Pariss. quattuor: ὑπὲρ vulg.