Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/103

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΡΓΟΝΑΥΤΙΚΩΝ Β

Κρηθῆος δ’ υἱωνὸς ἐγὼ σὺν τοισίδ’ ἑταίροις
Ἑλλάδος ἐξ αὐτῆς νέομ’ ἐς πόλιν Αἰήταο.
ἀλλὰ τὰ μὲν καὶ ̣̣αῦτις ἐνίφομεν ἀλλήλοισιν. 1165
νῦν δ’ ἕσσασθε πάροιθεν· ὑπ’ ἐννεσίῃσι δ’ ὀίω
ἀθανάτων ἐς χεῖρας ἐμὰς χατέοντας ἱκέσθαι.»
Ἦ ῥα, καὶ ἐκ νηὸς δῶκέ σφισιν εἵματα δῦναι.
πασσυδίῃ δἤπειτα κίον μετὰ νηὸν Ἄρηος,
μῆλ’ ἱερευσόμενοι· περὶ δ’ ἐσχάρῃ ἐστήσαντο 1170
ἐσσυμένως, ἥ τ’ ἐκτὸς ἀνηρεφέος πέλε νηοῦ
στιάων· εἴσω δὲ μέγας λίθος ἠρήρειστο
ἱερός, ᾧ ποτε πᾶσαι Ἀμαζόνες εὐχετόωντο.
οὐδέ σφιν θέμις ἦεν, ὅτ’ ἀντιπέρηθεν ἵκοιντο,
μήλων τ’ ἠδὲ βοῶν τῇδ’ ἐσχάρῃ ἱερὰ καίειν· 1175
ἀλλ’ ἵππους δαίτρευον, ἐπηετανὸν κομέουσαι.
αὐτὰρ ἐπεὶ ῥέξαντες ἐπαρτέα δαῖτ’ ἐπάσαντο,
δὴ τότ ἄρ’ Αἰσονίδης μετεφώνεεν, ἦρχέ τε μύθων·
«Ζεὺς αὐτὸς τὰ ἕκαστ’ ἐπιδέρκεται· οὐδέ μιν ἄνδρες
λήθομεν ἔμπεδον, οἵ τε θεουδέες οὐδὲ δίκαιοι. 1180
ὡς μὲν γὰρ πατέρ’ ὑμὸν ὑπεξείρυτο φόνοιο
μητρυιῆς, καὶ νόσφιν ἀπειρέσιον πόρεν ὄλβον·
ὧς δὲ καὶ ὑμέας αὖτις ἀπήμονας ἐξεσάωσεν
χείματος οὐλομένοιο. πάρεστι δὲ τῆσδ’ ἐπὶ νηὸς
ἔνθα καὶ ἔνθα νέεσθαι, ὅπῃ φίλον, εἴτε μετ’ Αἶαν, 1185
εἶτε μετ’ ἀφνειὴν θείου πόλιν Ὀρχομενοῖο.
τὴν γὰρ Ἀθηναίη τεχνήσατο, καὶ τάμε χαλκῷ
δούρατα Πηλιάδος κορυφῆς πέρι· σὺν δέ οἱ Ἄργος
τεῦξεν. ἀτὰρ κείνην γε κακὸν διὰ κῦμ’ ἐκέδασσεν,
πρὶν καὶ πετράων σχεδὸν ἐλθεῖν, αἵ τ’ ἐνὶ πόντῳ 1190

1166 ἐννεσίῃσιν ὀίω L1170 ἱερευσόμενοι Pariss. quattuor: ἱερευσάμενοι vulg.1174 ἵκοντο L1179 αὐτὸς Vat. unus, Pariss. vulg.: αἰτεῖ L G: ἔτι που Hermann: ἀτενὲς Merkel: ἐτεὸν Meineke1180 ἠδὲ coni. Stephanus: οὐδὲ vulg.1181 ὑμὶν Vatt. Pariss. quattuor1186 μετ’ ἀφνειὴν Brunck: μετὰ Φθήιν vulg.1188 πέρι] πάρα Vatt. unus, Pariss.1190 ἐλθέμεν Rzachπόντου Köchly