Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/101

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΡΓΟΝΑΥΤΙΚΩΝ Β

νυκτὶ δ’ ἔβη πόντονδε πελώριος, ὦρσε δὲ κῦμα
κεκληγὼς πνοιῇσι· κελαινὴ δ’ οὐρανὸν ἀχλὺς
ἄμπεχεν, οὐδέ πῃ ἄστρα διαυγέα φαίνετ’ ἰδέσθαι
ἐκ νεφέων, σκοτόεις δὲ περὶ ζόφος ἠρήρειστο. 1105
οἱ δ’ ἄρα μυδαλέοι, στυγερὸν τρομέοντες ὄλεθρον,
υἱῆες Φρίξοιο φέρονθ’ ὑπὸ κύμασιν αὔτως.
ἱστία δ’ ἐξήρπαξ’ ἀνέμου μένος, ἠδὲ καὶ αὐτὴν
νῆα διάνδιχ’ ἔαξε τινασσομένην ῥοθίοισιν.
ἔνθα δ’ ὑπ’ ἐννεσίῃσι θεῶν πίσυρές περ ἐόντες 1110
δούρατος ὠρέξαντο πελωρίου, οἷά τε πολλὰ
ῥαισθείσης κεκέδαστο θόοις συναρηρότα γόμφοις.
καὶ τοὺς μὲν νῆσόνδε, παρὲξ ὀλίγον θανάτοιο,
κύματα καὶ ῥιπαὶ ἀνέμου φέρον ἀσχαλόωντας.
αὐτίκα δ’ ἐρράγη ὄμβρος ἀθέσφατος, ὗε δὲ πόντον 1115
καὶ νῆσον καὶ πᾶσαν ὅσην κατεναντία νήσου
χώρην Μοσσύνοικοι ὑπέρβιοι ἀμφενέμοντο.
τοὺς δ’ ἄμυδις κρατερῷ σὺν δούρατι κύματος ὁρμὴ
υἱῆας Φρίξοιο μετ’ ἠιόνας βάλε νήσου
νύχθ’ ὕπο λυγαίην· τὸ δὲ μυρίον ἐκ Διὸς ὕδωρ 1120
λῆξεν ἅμ’ ἠελίῳ· τάχα δ’ ἐγγύθεν ἀντεβόλησαν
ἀλλήλοις, Ἄργος δὲ παροίτατος ἔκφατο μῦθον·
«Ἀντόμεθα πρὸς Ζηνὸς Ἐποψίου, οἵτινές ἐστε
ἀνδρῶν, εὐμενέειν τε καὶ ἀρκέσσαι χατέουσιν.
πόντῳ γὰρ τρηχεῖαι ἐπιβρίσασαι ἄελλαι 1125
νηὸς ἀεικελίης διὰ δούρατα πάντ’ ἐκέδασσαν,
ᾗ ἔνι πείρομεν οἶμον ἐπὶ χρέος ἐμβεβαῶτες.
τούνεκα νῦν ὑμέας γουναζόμεθ’, αἴ κε πίθησθε,
δοῦναι ὅσον τ’ εἴλυμα περὶ χροός, ἠδὲ κομίσσαι
ἀνέρας οἰκτείραντας ὁμήλικας ἐν κακότητι. 1130
ἀλλ’ ἱκέτας ξείνους Διὸς εἵνεκεν αἰδέσσασθε
ξεινίου Ἱκεσίου τε· Διὸς δ’ ἄμφω ἱκέται τε

1108 αὐτὴν Brunck: αὔτως vulg.1116 Post h.v. νῆσόν τ’ ἤπειρόν τε περαίης ἀγχοθι νήσου habent marg. L et G, vulg., eiecit Brunck1127 πείρομεν οἶμον ἐπὶ Merkel: πείρομεν οἶδμα κατὰ coni. Köchly