ἡμῶν κἀν τούτῳ ὑπείκων προστάγματι, ἀπὸ Διογένους τοῦ αὐτοκράτορος Ῥωμαίων ἀρξάμενος καὶ καταβαίνων εἰς αὐτὸν ἐκεῖνον, περὶ οὗ τὴν πρόθεσιν ἐποιήσατο. τότε γὰρ καὶ ἀνθοῦν εἶχεν ὁ χρόνος τὸν ἐμὸν πατέρα μειράκιον παραγγείλαντα. τὰ γὰρ πρὸ τοῦδε οὐδὲ μειράκιον ἦν καὶ οὐδὲν ὅ τι ἄξιον συγγραφῆς αὐτῷ πέπρακτο, εἰ μή τις ἐγκωμίου λόγον καὶ τὰ παιδικὰ αὐτῷ θήσαιτο. ὁ μὲν οὖν σκοπὸς τῷ Καίσαρι τοιοῦτος, ὡς ἡ τούτου συγγραφὴ βούλεται· οὐ μὴν τὰ τῆς ἐλπίδος ἐκβέβηκεν οὐδὲ τὴν ἱστορίαν πᾶσαν ἐτελεώσατο, ἀλλὰ μέχρι τῶν χρόνων τοῦ αὐτοκράτορος Νικηφόρου τοῦ Βοτανειάτου τὸν λόγον ἐφελκυσάμενος ἐκεῖσε τοῦ συγγράφειν ἐπαύσατο, περαιτέρω τοῦ καιροῦ μὴ διδόντος προκόψαι τὴν συγγραφὴν, ζημίαν μὲν τοῖς ὑπὸ τὴν συγγραφὴν πράγμασι περιποιησαμένου, ἡδονὴν δὲ ἀποστερήσαντος τοῖς ἀναγινώσκουσι. διὰ τοῦτο αὐτή, ὅσα τὠμῷ πατρὶ πέπρακτο, συγγράψασθαι προειλόμην, ἵνα μὴ τοιαῦτα ἔργα τοὺς ἐς ὕστερον παραδράμῃ. Οἵαν μὲν γὰρ εἶχον τὴν ἁρμονίαν, ὁπόσην δὲ τὴν χάριν οἱ τοῦ Καίσαρος λόγοι, ἴσασιν ἅπαντες οἱ τοῖς ἐκείνου ἐντετυχηκότες συγγράμμασιν. ἀλλὰ μέχρι τούτου ἐλθών, καθάπερ εἶπον, καὶ τὸ σύγγραμμα σχεδιάσας καὶ ἡμιτελὲς ἐκ τῆς ὑπερορίας κομίσας ἡμῖν, συναπεκόμισεν, οἴμοι, καὶ θανάσιμον νόσημα τάχα ἐκ τῆς ἀπείρου κακοπαθείας, τάχα ἐκ τῶν συχνοτέρων στρατηγημάτων, τάχα ἐκ τῆς ὑπὲρ ἡμῶν ἀφάτου μερίμνης· μέριμνα γὰρ ἔμφυτος καὶ πόνοι ἀνένδοτοι· πρὸς δὲ καὶ ἀέρων ἀνωμαλίαι τε καὶ κακότητες ποτήριον αὐτῷ θανάσιμον ἐκεράσαντο. Ἔνθεν μὲν γὰρ εἰς Σύρους καὶ Κίλικας δεινῶς νοσῶν ἐξεστράτευεν· εἶτα κἀκεῖθεν Συρία τοῦτον μὲν ἀπέδωκεν ἀρρωστοῦντα Κίλιξι, Κίλικες δὲ Παμφυλίοις, Παμφύλιοι δὲ τοῖς Λυδοῖς καὶ ἡ
Σελίδα:Annae Comnenae Alexias, I–II (1884).djvu/36
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
6
ANNAE COMNENAE