Σελίδα:Ιστορία του Όθωνος Βασιλέως της Ελλάδος (1832-1862).pdf/446

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
446
ΙΣΤΟΡΙΑ

Παναγιωτάτου Πατριάρχου πρῴην Κωνσταντινουπόλεως κυρίου Γερμανοῦ, καὶ τοῦ Παναγιωτάτου Πατριάρχου πρῴην Κωνσταντινουπόλεως κυρίου Ἀνθίμου τοῦ ἀπὸ Ἐφέσου καὶ τοῦ Μακαριωτάτου Πατριάρχου Ἱεροσολύμων κυρίου Κυρίλλου, καὶ τῶν σεβασμιωτάτων Μητροπολιτῶν τοῦ οἰκουμενικοῦ θρόνου: τοῦ Καισαρείας Παϊσίου, τοῦ Ἐφέσου Ἀνθίμου, τοῦ Ἡρακλείας Παναρέτου, τοῦ Νικομηδείας Διονυσίου, τοῦ Χαλκηδόνος Ἱεροθέου, τοῦ Δέρκων Νεοφύτου, τοῦ προέδρου Διδυμοτείχου Μελετίου, τοῦ Νεοκαισαρείας Λεοντίου, τοῦ Κρήτης Χρυσάνθου, τοῦ Βιζύης Γρηγορίου, τοῦ Σωζουαγαθουπόλεως Προκοπίου, καὶ τῶν πανιερωτάτων Μητροπολιτῶν καὶ διδασκάλων τῆς τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, τοῦ πρῴην Μεσημβρίας Σαμουὴλ, καὶ τοῦ Σταυρουπόλεως Κωνσταντίνου Τυπάλδου· προκειμένων τῶν ἱερῶν καὶ ἀχράντων εὐαγγελίων, καὶ τῶν ἁγίων καὶ πανσέπτων εἰκόνων τῆς παναγίας Τριάδος καὶ τῆς Θεομήτορος λαμπάδων τε ἀνημμένων, ἐψάλη ἱερὰ δοξολογία μετὰ τῆς ἐπικλήσεως τῆς χάριτος τοῦ παναγίου Πνεύματος. Εἶθ’ οὕτως ὁ Παναγιώτατος Οἰκουμενικὸς Πατριάρχης κύριος Ἄνθιμος Δ′ ὁ Βυζάντιος ἐναρχόμενος ἔλεξε τάδε:

«Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὑτό·» εὔκαιρον κἀμοὶ προαναφωνῆσαι μετὰ τοῦ Προφητάνακτος σήμερον, ἱερώτατοι ἐν ἁγίῳ Πνεύματι ἀδελφοὶ καὶ συλλειτουργοί· Χαίρω σφόδρα καὶ ἀγάλλομαι, καὶ συγκινοῦμαι τὴν ψυχήν, καὶ τὴν καρδίαν κατανύσσομαι, περιστοιχούμενος ὑπὸ τῆς ὑμετέρας ἀγάπης καὶ εὐλαβείας, καὶ δόξαν ἀναπέμπω τῷ τῶν ἁπάντων Βασιλεῖ καὶ Θεῷ ἡμῶν, τῷ συγκαλέσαντι ἡμᾶς ἐπὶ τὸ αὐτό, καὶ μετὰ τῆς ἐκκλησίας ἐπᾴδειν ἐπείγομαι· «Σήμερον ἡ χάρις τοῦ ἁγίου Πνεύματος ἡμᾶς συνήγαγε.» Συνήγαγεν ἡμᾶς ἐν τῷ ὀνόματι τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ πρὸς καταρτισμὸν τοῦ σώματος τῆς ἐκκλησίας, πρὸς οἰκοδομὴν τοῦ τῶν ὀρθοδόξων πληρώματος. Συνήγαγεν ἡμᾶς, ἵνα τὴν τῆς ἐκκλησίας ἑνότητα, ἥτις ὡς δόγμα πίστεως παρὰ τῶν ἀνέκαθεν εὐσεβεῖν προαιρουμένων, καὶ τῇ τῆς ὀρθοδοξίας ἐπωνυμίᾳ σεμνυνομένων πρεσβεύεται καὶ ὁμολογεῖται, ταύτην ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης συμφώνως τοῖς ἱεροῖς ὅροις τε καὶ κανόσι τῶν ἁγίων συνόδων, καὶ