Σελίδα:Ημερολόγιο Σκόκου 1890 - 050.jpg

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
50

[Ἡ Ἴσις ταράσσεται καὶ καταρρέουσιν ἐκ τῶν παρειῶν αὐτῆς δάκρυα. Ἀντὶ τῆς μουσικῆς ἥτις καταπαύει, ἀντηχοῦσι βρονταί, καὶ σβέννυνται πάντα τὰ κηρία.]

Σερανταπηχοσ

Τῶν ἀθανάτων ἡ ὀργὴ πασίδηλος.

Παγκρατιοσ

Διὰ βροντῶν λαλοῦσι, καὶ τὰ δόξαντα
εἰς τὰς νεφέλας γράφουσι δι’ ἀστραπῶν.

Ειρηνη

Ἡμέρα μακαρία. Ἤδη κέκτημαι
τὸ χρίσμα οὐρανόθεν. Τὸ διάδημα,
τὸ σκῆπτρον πλέον εἰς ἐμὲ ἀνήκουσιν,
ἐμὲ καὶ μόνην.

Σερανταπηχοσ κλίνων πρὸ αὐτῆς.

Χαῖρε, Αὐτοκράτειρα,
Θεοσεβείας κρήνη, ἰσαπόστελε.

Ειρηνη

Σὺ ὁ διάδοχός μου, Θεοφύλακτε.

Σερανταπηχοσ

Ὦ Ἄνασσα, τὶ λέγεις;

Ειρηνη

Σὺ διάδοχος,
σὺ ἔσῃ....

Σερανταπηχοσ, ἀνεγειρόμενος.

Ἡ χαρά μου, ἡ συγκίνησις
μοὶ ἀφαιρεῖ τὸν λόγον.

Ειρηνη, συνοφρυουμένη.

Μετὰ θάνατον…
καὶ βίον ἔτι προσδοκῶ μακρότατον.

Σερανταπηχοσ

Ὢ εἴη τρισευδαίμων, μαθουσάλειος.

Ειρηνη τῷ Παγκρατιω

Ὑψίστην σοὶ ἐκφράζω εὐαρέσκειαν,
Παγκράτιε. Ὡς δῶρον τὸ Ἀνάκτορον
σὺ λάβε τοῦ Ἑβδόμου.

Παγκρατιοσ, προσπίπτων.

Ταπεινότατα
ἀσπάζομαι τὴν κόνιν τῶν πεδίλων σου.

Ειρηνη

Νῦν ἐνεπλήσθην θάρρους, καὶ γνωρίζουσα
τῆς εἱμαρμένης τὰς βουλάς, ἀνένδοτος
προβαίνω εἰς τοῦ ἔργου τὴν συμπλήρωσιν.